ἐρείπιον
ἐρείπιον, a fallen ruin, wreck
- fallen ruin, wreck, Arist. Rh. 1413a6, Aristid. Or. 49(25).42, Opp. H. 5.324: generally in pl., ναυτικὰ ἐ. wreckage, A. Ag. 660, Fr. 274, E. Hel. 1080; θραύμασίν τʼ ἐρειπίων A. Pers. 425; ruins, οἰκημάτων, [τειχέων], Hdt. 2.154, 4.124; δόμων E. Ba. 7; ἐρείπια alone, ἐν τοῖς Κιμωνίοις ἐ. Cratin. 151; ἐ. χλανιδίων fragments of garments, Trag.Adesp. 7; πέπλων E. Tr. 1025; νεκρῶν ἐ. dead carcasses, S. Aj. 308, E. Fr. 266.—Poet.and later Prose (exc. Arist. and Hdt. ll.cc.), D.H. 1.14,CIG 2700e (Mylasa), Paus. 10.38.13, Aristid. l.c., etc.
- a fallen ruin, wreck, mostly in pl., ναυτικὰ ἐρ. pieces of wreck, Aesch., Eur.; also, οἰκημάτων ἐρ. ruins of houses, Hdt.; ἐρ. πέπλων fragments, Eur.; cf. ἐρείπω.
-
…Μολπαδίας τοξευθῆναι, Μολπαδίαν δὲ ἀποθανεῖν ὑπὸ Θησέως. καὶ μνῆμά ἐστι καὶ Μολπαδίας Ἀθηναίοις. ἀνιόντων δὲ ἐκ Πειραιῶς ἐρείπια τῶν τειχῶν ἐστιν, ἃ Κόνων ὕστερον τῆς πρὸς Κνίδῳ ναυμαχίας ἀνέστησε · τὰ γὰρ Θεμιστοκλέους μετὰ τὴν ἀναχώρησιν οἰκοδομηθέντα…
Pausanias, Description of Greece
-
…θεοῦ βροτησίαν πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ. ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς…
Euripides, Bacchae
-
…ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα ʼθώϋξεν · ἐν δʼ ἐρειπίοις νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου, κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον ·…
Sophocles, Ajax
-
…ναῦς ἠρέσσετο, ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος. τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων ἔπαιον, ἐρράχιζον · οἰμωγὴ δʼ ὁμοῦ κωκύμασιν κατεῖχε πελαγίαν ἅλα, ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο. κακῶν δὲ…
Aeschylus, Persians
-
…ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δʼ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τʼ ἐρειπίοις. ἡμᾶς γε μὲν δὴ ναῦν τʼ ἀκήρατον σκάφος ἤτοι τις ἐξέκλεψεν ἢ ʼξῃτήσατο θεός τις, οὐκ ἄνθρωπος ,…
Aeschylus, Agamemnon
-
…ἦν ἐν τῇ λίμνῃ, πρὶν ἢ τὸ ὕδωρ ἀπέκρυψεν αὐτὰ τοῦ χειμάρρου. σύνοπτα δὲ καὶ Ἑλίκης ἐστὶ τὰ ἐρείπια, οὐ μὴν ἔτι γε ὁμοίως, ἅτε ὑπὸ τῆς ἅλμης λελυμασμένα. τὸ δὲ τοῦ Ἱκεσίου μήνιμα πάρεστι μὲν…
Pausanias, Description of Greece
-
…τείχεα ἐτείχεε μεγάλα, ἴσον ἀπʼ ἀλλήλων ἀπέχοντα, σταδίους ὡς ἑξήκοντα μάλιστά κῃ · τῶν ἔτι ἐς ἐμὲ τὰ ἐρείπια σόα ἦν. ἐν ᾧ δὲ οὗτος πρὸς ταῦτα ἐτράπετο, οἱ διωκόμενοι Σκύθαι περιελθόντες τὰ κατύπερθε ὑπέστρεφον ἐς τὴν…
Herodotus, The Histories
-
…ῥεῦμα ἀποτραπεῖσιν ἐς τὰ κάτω καὶ προελθοῦσιν ὅσον τεσσαράκοντα στάδια ἔστιν ἐρείπια Σκώλου · Δήμητρος δὲ καὶ Κόρης ἐν τοῖς ἐρειπίοις οὐκ ἐξειργασμένος ὁ ναός, ἡμίεργα δὲ καὶ ταῖς θεαῖς ἐστι τὰ ἀγάλματα. ἀποκρίνει δὲ καὶ νῦν ἔτι ἀπὸ…
Pausanias, Description of Greece
-
…οὕτως, ὀλίγα δὲ αὐτῆς καὶ ὠχυρώσαντο ὑπὲρ ἀσφαλείας. ἐνταῦθα ἐν τῇ ἀκροπόλει ναός ἐστιν Ἀθηνᾶς ἐπίκλησιν Τριτωνίας, ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα · καὶ Ποσειδῶν χαλκοῦς ἕστηκεν ἐπωνυμίαν Ἵππιος, ἀναθεῖναι δὲ τὸ ἄγαλμα τοῦ Ποσειδῶνος Ὀδυσσέα ἔφασαν…
Pausanias, Description of Greece
-
…ἐνταῦθα σφᾶς λοῦσαι πρῶτον ἀπολύσαντα τῶν σπαργάνων. Ἐλευθερῶν δὲ ἦν μὲν ἔτι τοῦ τείχους, ἦν δὲ καὶ οἰκιῶν ἐρείπια · δήλη δὲ τούτοις ἐστὶ πόλις ὀλίγον ὑπὲρ τοῦ πεδίου πρὸς τῷ Κιθαιρῶνι οἰκισθεῖσα. ἑτέρα δὲ ὁδὸς ἐξ Ἐλευσῖνος…
Pausanias, Description of Greece