Ἰταλιώτης
Ἰταλιώτης, an Italiote
- Greek inhabitant of Italy, Hdt. 4.15, Th. 6.44, etc.; cf. Σικελιώτης:—fem. Ἰτᾰλιῶτις, ιδος, Adj. Italian, νῆες, πόλεις, Th. 8.91, Str. 5.4.4: Adj. Ἰτᾰλιωτικός, ή, όν, Pl. Ep. 326b, Luc. Hist.Conscr. 15.
- an Italiote, i. e. a Greek inhabitant of Italy, Thuc.:—fem. Ἰταλιῶτις, ιδος, adj. Italian, Thuc.
-
…δὲ τούτων οἱ μὲν δυνατοὶ πάμπαν ἐπλούτουν, καὶ τὸ τῶν θεραπόντων γένος ἀνὰ τὴν χώραν ἐπλήθυε, τοὺς δʼ Ἰταλιώτας ὀλιγότης καὶ δυσανδρία κατελάμβανε, τρυχομένους πενίᾳ τε καὶ ἐσφοραῖς καὶ στρατείαις. εἰ δὲ καὶ σχολάσειαν ἀπὸ τούτων ,…
Appian, The Civil Wars
-
…καὶ σφόδρα, ὡς οὐδεὶς πώποτε ὧν ἐγὼ προσέτυχον νέων, καὶ τὸν ἐπίλοιπον βίον ζῆν ἠθέλησεν διαφερόντως τῶν πολλῶν Ἰταλιωτῶν τε καὶ Σικελιωτῶν, ἀρετὴν περὶ πλείονος ἡδονῆς τῆς τε ἄλλης τρυφῆς ἠγαπηκώς · ὅθεν ἐπαχθέστερον τοῖς περὶ τὰ τυραννικὰ…
Plato, Letters
-
…Λοκροὺς παρήλλαξαν, καὶ τοῦ Ῥηγίου καθορμισθέντες ἐγγὺς ἔπειθον τοὺς Ῥηγίνους συμμαχεῖν · οἱ δὲ ἀπεκρίναντο βουλεύσεσθαι μετὰ τῶν ἄλλων Ἰταλιωτῶν. Συρακόσιοι δʼ ἀκούσαντες ἐπὶ τοῦ πορθμοῦ τὰς δυνάμεις εἶναι τῶν Ἀθηναίων, στρατηγοὺς κατέστησαν αὐτοκράτορας τρεῖς, Ἑρμοκράτην ,…
Diodorus Siculus, Library
-
…μεταφερομένων τε καὶ μετοικιζομένων ἐς ἀλλότρια. Ταῦτά τε δὴ καὶ τὰς ἐπὶ τούτοις τῶν δικαζόντων ἐπείξεις οὐ φέροντες οἱ Ἰταλιῶται Κορνήλιον Σκιπίωνα, ὃς Καρχηδόνα ἐπόρθησεν, ἠξίουν προστάτην σφῶν ἀδικουμένων γενέσθαι. ὁ δʼ ἐς τοὺς πολέμους αὐτοῖς κεχρημένος…
Appian, The Civil Wars
-
…αἱ γυναῖκες ἅμα τοῖς παιδίοις, ἐς τὴν ἀγορὰν ἢ τὰ ἱερά, ἐθρήνουν, οὐδὲν μὲν ἀδικῆσαι λέγοντες, Ἰταλιῶται δὲ ὄντες ἀνίστασθαι γῆς τε καὶ ἑστίας οἷα δορίληπτοι. ἐφʼ οἷς οἱ Ῥωμαῖοι συνήχθοντο καὶ ἐπεδάκρυον, καὶ μάλιστα…
Appian, The Civil Wars
-
…Καρχηδόνιοι Ῥωμαίων ἐάν τε Ῥωμαῖοι Καρχηδονίων περιγένωνται τῷ πολέμῳ, διότι κατʼ οὐδένα τρόπον εἰκός ἐστι τοὺς κρατήσαντας ἐπὶ ταῖς Ἰταλιωτῶν καὶ Σικελιωτῶν μεῖναι δυναστείαις, ἥξειν δὲ καὶ διατείνειν τὰς ἐπιβολὰς καὶ δυνάμεις αὑτῶν πέρα τοῦ δέοντος. διόπερ ἠξίου…
Polybius, Histories
-
…χώραν. ἀπὸ μὲν οὖν Τισαμενοῦ μέχρι Ὠγύγου βασιλευόμενοι διετέλουν · εἶτα δημοκρατηθέντες τοσοῦτον ηὐδοκίμησαν περὶ τὰς πολιτείας ὥστε τοὺς Ἰταλιώτας μετὰ τὴν στάσιν τὴν πρὸς τοὺς Πυθαγορείους τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη · μετὰ δὲ τὴν ἐν…
Strabo, Geography
-
…θάλασσαν ἐφρούρει τὴν ἀπὸ Κύμης ἐπὶ τὸ ἄστυ διʼ ἀπελευθέρων, τότε πρῶτον ἐς στρατείαν διʼ ἀπορίαν ἀνδρῶν καταλεγέντων, Ἰταλιωτῶν δὲ τοὺς ἔτι ἐν τῇ συμμαχίᾳ παραμένοντας ἐψηφίσατο εἶναι πολίτας, οὗ δὴ μάλιστα μόνον οὐ πάντες ἐπεθύμουν. καὶ…
Appian, The Civil Wars
-
…ἀργυρίου μνᾶν · οὗτοι δʼ ἦσαν τὸν ἀριθμὸν ὑπὲρ τοὺς χιλίους. γενόμενος δὲ τῶν χρημάτων ἐγγυητὴς καὶ διαλλάξας τοὺς Ἰταλιώτας τοῖς Λευκανοῖς ἔπεισεν εἰρήνην ποιήσασθαι, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Ἰταλιώταις, συμφερόντως αὑτῷ, οὐ λυσιτελῶς δὲ…
Diodorus Siculus, Library
-
…στάσιν ἑτέραν ἐκπεσόντα. ἤρξατο δὲ ὧδε. Φούλβιος Φλάκκος ὑπατεύων μάλιστα δὴ πρῶτος ὅδε ἐς τὸ φανερώτατον ἠρέθιζε τοὺς Ἰταλιώτας ἐπιθυμεῖν τῆς Ῥωμαίων πολιτείας ὡς κοινωνοὺς τῆς ἡγεμονίας ἀντὶ ὑπηκόων ἐσομένους. εἰσηγούμενος δὲ τὴν γνώμην καὶ ἐπιμένων αὐτῇ καρτερῶς…
Appian, The Civil Wars