Νικάνωρ
Νικάνωρ, Nicanor
Strong 3527
Nicanor: Ac 6:5.†
-
…ἦλθε χίλιοι Πελοποννησίων, βάρβαροι δὲ Χάονες χίλιοι ἀβασίλευτοι, ὧν ἡγοῦντο ἐπετησίῳ προστατείᾳ ἐκ τοῦ ἀρχικοῦ γένους Φώτιος καὶ Νικάνωρ. ξυνεστρατεύοντο δὲ μετὰ Χαόνων καὶ Θεσπρωτοὶ ἀβασίλευτοι. Μολοσσοὺς δὲ ἦγε καὶ Ἀτιντᾶνας Σαβύλινθος ἐπίτροπος ὢν Θάρυπος τοῦ βασιλέως…
Thucydides, The Peloponnesian War
-
…ἔφη τὴν παρρησίαν ἀποδόσθαι. Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς · καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα · καί τις ἀνδριαντοποιός. Κεφ. ιδʼ. ΓΛΑΥΚΩΝ Γλαύκων Ἀθηναῖος · καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…δῶρʼ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς ἐν Ὀλυμπίᾳ περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους τούτους…
Dinarchus, Speeches
-
…εἰς Ἀθαμανίαν · παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ. τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις. Ἀλλʼ ἐμοὶ δοκεῖ τὸ μὲν…
Polybius, Histories
-
…διαπρεσβευσαμένου τοῦ Νικάνορος ὁ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πεισθέντες καὶ μηδεμίαν ἀπάτην ὑποπτεύσαντες διδόασιν πίστεις αὐτῷ καὶ δέχονται τὸν Νικάνορα μετὰ τῆς δυνάμεως. ὁ δὲ ἀσπασάμενος τὸν Ἰούδαν καὶ μεταξὺ προσομιλῶν δίδωσι τοῖς οἰκείοις τι σημεῖον, ὅπως συλλάβωσι…
Flavius Josephus, Antiquities of the Jews
-
…, ἀπιστίας φιλίαν, οὐδʼ ἂν αὐτὸς ἀπατήσων ἄνδρα φίλον ὑπήκουσεν ἐλθεῖν. Ἐνδοιάζοντος δὲ τοῦ Ἰωσήπου καὶ πρὸς τὸν Νικάνορα τὸ μὲν στρατιωτικὸν ὑπʼ ὀργῆς ἐκκαίειν τὸ σπήλαιον ὥρμητο, κατεῖχεν δʼ αὐτοὺς ὁ πολέμαρχος ζωγρῆσαι τὸν ἄνδρα φιλοτιμούμενος .…
Flavius Josephus, Jewish War
-
…μέν τι ἐκεῖνος τάξῃ, ταῦτα κύρια ἔστω · ἐὰν δὲ βούληται Θεόφραστος εἶναι μετὰ τῆς παιδός, καθάπερ πρὸς Νικάνορα · εἰ δὲ μή, τοὺς ἐπιτρόπους βουλευομένους μετʼ Ἀντιπάτρου καὶ περὶ τῆς παιδὸς καὶ περὶ τοῦ παιδίου διοικεῖν ὅπως…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…ἐκ τῆς Ἰουδαίας Ἀντίοχος. ὡς Βακχίδης ὁ Δημητρίου στρατηγὸς ἐπιστρατευσάμενος τοῖς Ἰουδαίοις ἄπρακτος ἀνέστρεψε πρὸς τὸν βασιλέα. ὡς Νικάνωρ μετὰ τὸν Βακχίδην πεμφθεὶς στρατηγὸς ἀπώλετο σὺν τῇ στρατιᾷ αὐτοῦ. ὅτι πάλιν ἐπὶ τὴν Ἰουδαίαν Βακχίδης ἐκπεμφθεὶς ἐνίκησεν .…
Flavius Josephus, Antiquities of the Jews
-
…Δημήτριος τοῦτʼ ἤδη καὶ τοῖς ἰδίοις αὐτοῦ πράγμασιν ἐπισφαλὲς ἡγησάμενος εἶναι τὸ περιιδεῖν Ἰούδαν ἐν ἰσχύι τοσαύτῃ γενόμενον, ἐκπέμπει Νικάνορα τὸν εὐνούστατον αὐτῷ καὶ πιστότατον τῶν φίλων, οὗτος γάρ ἐστιν ὁ καὶ ἀπὸ τῆς Ῥωμαίων πόλεως αὐτῷ συμφυγών ,…
Flavius Josephus, Antiquities of the Jews
-
…αὐτῷ καὶ καταλύσεις προσέταξεν αὐτοῖς δοθῆναι τὰς καλλίστας πρὸς τῇ ἄκρᾳ. Ὁ δὲ ἐπὶ τῆς τῶν ξένων ἀποδοχῆς τεταγμένος Νικάνωρ Δωρόθεον καλέσας, ὃς εἶχεν τὴν περὶ τούτων πρόνοιαν, ἐκέλευεν ἑτοιμάζειν ἑκάστῳ τὰ δέοντα πρὸς τὴν δίαιταν. διετέτακτο…
Flavius Josephus, Antiquities of the Jews