Παρνασός
Παρνασός, Parnassus
- Parnassus, Od. 19.432, h.Ap. 269, etc.: —also Παρνασσός, Th. 3.95, Philod. Scarph.23 (prob.), Aristonous 1.41, Hdn. Gr. 1.209: Adj. Παρνάσιος [ᾱ], α, ον (also ος, ον E. IT 1244 (lyr.)), Parnassian, Pi. P. 10.8, Limen. 22, etc.: also Παρνήσσιος, IG 2(2).1258.24 (iv B. C.); fem. Παρνᾱσιάς, άδος, Ion. Παρνησιάς E. Ion 86 (anap.); also Παρνασσίς, ίδος, Pae.Delph. 4; Παρνησίς, A. Ch. 563.
- Parnassus, a mountain of Phocis, Od.
-
…· τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον · αὐτὰρ ἐγώ γε, ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς…
Homer, Odyssey
-
…δείξω, ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ, οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα…
Homer, Odyssey
-
…τʼ ἄνακτι ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο. οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους ἔπλεον · αὐτὰρ ὃ τοῖσι…
NA, Homeric Hymns
-
…ἕκαστα, οὐλὴν ὅττι πάθοι · ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι · ἐν…
Homer, Odyssey
-
…, οἷσί τε Μοῦσα ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλεν οἰκήσειν πολλοῖσι τετιμένος ἀνθρώποισι · δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν…
NA, Homeric Hymns
-
…χρόνον τοῦτον. ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα κεραυνοί τε ἐφέροντο ἐς τοὺς Γαλάτας καὶ ἀπορραγεῖσαι πέτραι τοῦ Παρνασσοῦ, δείματά τε ἄνδρες ἐφίσταντο ὁπλῖται τοῖς βαρβάροις · τούτων τοὺς μὲν ἐξ Ὑπερβορέων λέγουσιν ἐλθεῖν, Ὑπέροχον καὶ Ἀμάδοκον…
Pausanias, Description of Greece
-
…πρῶτον δʼ ἐξήμησε λίθον, πύματον καταπίνων · τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν…
Hesiod, Theogony
-
…νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν · αὐτίκα δʼ ἔγνω οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, μητρὸς ἑῆς πατέρʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε ·…
Homer, Odyssey
-
…κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου · μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἤϊεν · αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, οἱ δʼ…
Homer, Odyssey
-
…πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, δειναὶ δʼ ἅμʼ ἕπονται κῆρες ἀναπλάκητοι ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν. φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν ὕλαν ἀνά τʼ ἄντρα καὶ πέτρας ἰσόταυρος μέλεος μελέῳ ποδὶ…
Sophocles, Oedipus Tyrannus