Τρῳάς
Strong 5174
Troas, a city near the Hellespont: Ac 16:8, 11 20:5, 6, II Co 2:12, II Ti 4:13.†
- ITrojan, Od.; Τρωιάδες γυναῖκες, or alone, Τρωιάδες Il.
- IIγῆ Τρῳάς the Troad, Soph.; so ἡ Τρωάς Hdt.
-
…σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα · Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν νήπιε · τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι…
Homer, Iliad
-
…πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ, ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκʼ ἄρʼ οὐχ ᾧ…
Homer, Odyssey
-
…τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν · αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ὄφρά τις…
Homer, Iliad
-
…αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ · ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι · ἀλλὰ μάλʼ αἰνῶς αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο · οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς αἰεὶ…
Homer, Iliad
-
…ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν · αὐτὰρ…
Homer, Iliad
-
…. ἄγαν γε, Τεῦκρε. φεῦ τάλας · τί γὰρ τέκνον τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος ; μόνος παρὰ σκηναῖσιν. οὐχ ὅσον τάχος δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς σκύμνον λεαίνης δυσμενῶν…
Sophocles, Ajax
-
…τὸ ἐς τοὺς σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνες ἁμαρτόντες Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡς γῆν τὴν Τρῳάδα. ἐπάνειμι δὲ ἐς τὴν ἀρχὴν ὅθεν ἐξέβην τοῦ λόγου. τοῦ βουλευτηρίου τῶν πεντακοσίων πλησίον Θόλος ἐστὶ καλουμένη ,…
Pausanias, Description of Greece
-
…σχολή · δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ μάλιστα μισηθέντος ἐχθίστου θʼ ὁρᾶν · πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, σιδηροβρῶτι θηγάνῃ νεηκονής · ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν. οὕτω…
Sophocles, Ajax
-
…ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι · κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ · ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες, εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ…
Homer, Iliad
-
…εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, κείσομʼ ἐπεί κε θάνω · νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην, καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο…
Homer, Iliad