ζάθεος
ζάθεος, very divine, sacred
- very divine, sacred, of places favoured by the gods, Il. 1.38, al. (not in Od.), h.Ap. 223; ζ. Πύλος, Ἰσθμός, Pi. P. 5.70, I. 1.32, cf. B. 2.7; νᾶσος Id. 5.10; Πέλοπος δάπεδα Id. 10.24; ἔναυλοι E. Ba. 121 (lyr.), etc.; Ὤλενος A. Fr. 284; of things, ἄνεμοι Hes. Th. 253; χρόνος Pi. Pae. 6.5; κλῇδες, σελᾶναι, E. Tr. ll.cc.; ποταμοί Ar. Nu. 283 (lyr.); μολπαί Id. Ra. 385; τιμαί Castorio 1; later of persons, Ἀπόλλων AP 9.525.7. Adv. -έως Hdn.Gr. 1.514.
-η
[ζα- + θεῖος.]
Holy, sacred. Like ἠγάθεος, epithet of placesIl. 1.38 = 452, Il. 2.508, 520, Il. 9.151 = 293, Il. 15.432.
- 1sacred, numinous (= πλήρης θεῶν.) ζαθέων ἱερῶν ἐπώνυμε πάτερ (sc. Ἱέρων) fr. 105. 2. ἐν ζαθέῳ με δέξαι χρόνῳ (i. e. at the Delphic Theoxenia) Pae. 6.5 esp. of places, ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ O. 3.22 Διὸς ἄλκιμος υἱὸς σταθμᾶτο ζάθεον ἄλσος at Olympia O. 10.45 ζαθέᾳ Πύλῳ P. 5.70 προγόνων ἐυκτήμονα ζαθέαν ἄγυιαν (cf. v. 93, ἐν τεμένεσσι δόμον ἔχει τεοῖς) N. 7.92 Ἰσθμῷ τε ζαθέᾳ I. 1.32 πέραν Ἀ[θόω] Παιόνων αἰχματᾶν[ ]ζαθέας τροφοῦ Pae. 2.63 ]ἀλκὰν Ἀχελωίου κρανίον τοῦτο ζαθέ[ον] (supp. Snell) Πα. 21. 10. μνάσθηθʼ ὅτι τοι ζαθέας Πάρου ἐν γυάλοις ἕσσατο ἄνακτι βωμὸν fr. 140a. 62 (36).
a ti te suplico, inmortal, de tono agudo, que tienes brillantes trenzas, floreciente, divina
- very divine, sacred, Il., etc.
-
…μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν, αἵ θʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος. καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο…
Hesiod, Theogony
-
…οὐλοχύτας ἀνέλοντο. τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών · κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις · ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δʼ…
Homer, Iliad
-
…χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο · τῷ δʼ ἔνι κούρη ἐθρέφθη · πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο…
Hesiod, Theogony
-
…μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν πρώτην ἐς Λύκτον · κρύψεν δέ ἑ χερσὶ λαβοῦσα ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν Οὐρανίδῃ μέγʼ ἄνακτι ,…
Hesiod, Theogony
-
…μέλος · ἡ δʼ ὑπὸ νέρθεν σμερδαλέον κονάβησε · θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν. ἔνθα βόες μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα ἐτραπέτην · αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο τερπόμενοι φόρμιγγι · χάρη δʼ…
NA, Homeric Hymns
-
…. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον…
Homer, Iliad
-
…ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ ἑσταότʼ ἄγχʼ Αἴαντος · ὃ δʼ ὕπτιος ἐν κονίῃσι νηὸς ἄπο…
Homer, Iliad
-
…ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων. αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο · ποιμένες ἄγραυλοι ,…
Hesiod, Theogony
-
…ἄνδρα. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων ἦγε παρʼ…
Hesiod, Theogony
-
…τις ἑῇ ἐπέδωκε θυγατρί · ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος · ἐν…
Homer, Iliad