καρτερέω
καρτερέω, to be steadfast, patient, staunch
- to be steadfast, patient, S. Ph. 1274, Men. Sam. 112, etc.; ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν E. Alc. 1078, cf. Th. 7.64; κ. μάχῃ E. Heracl. 837; κ. ἐλπίδι τινός Th. 2.44: freq. with a Prep., κ. πρός τι to hold up against a thing, e.g. πρὸς ἡδονάς τε καὶ λύπας Pl. R. 556c; πρὸς λιμὸν καὶ ῥῖγος X. Cyr. 2.3.13; ἐπὶ τοῖς παροῦσι Isoc. 6.48, cf. Pl. La. 194a; κ. ἐν ταῖς ἡδοναῖς to be patient or temperate in . ., Id. Lg. 635c; ἐν πολέμῳ Id. La. 193a; κ. ἀπὸ τοῦ ὕπνου refrain therefrom, Ael. NA 13.13: c. part., persevere in doing, οἱ δʼ ἐκαρτέρουν πρὸς κῦμα λακτίζοντες E. IT 1395; κ. ἀναλίσκων ἀργύριον φρονίμως Pl. La. 192e; ἀκούων Aeschin. 3.241; κ. ἐν ἐπιτηδεύμασιν Isoc. 2.32; also τὰ δείνʼ ἐκαρτέρουν was strangely obdurate or obstinate, S. Aj. 650: in later Prose meaning little more than wait, καρτέρει καὶ θεώρει wait and see, LXX 2 Ma. 7.17; οὐ κ. μέχρι θαλάμων ἐλθεῖν S.E. M. 1.291.
- II c. acc. rei, bear patiently, endure, τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον E. IA 1370; κ. θεοῦ δόσιν Id. Alc. 1071; τῷ σώματι τὰ συντυγχάνοντα X. Mem. 1.6.7; τὸν τῶν ὑπεροπτικῶν ὄγκον Isoc. 1.30; πολλὴν κακοπάθειαν Arist. Pol. 1278b27:—Pass., κεκαρτέρηται τἀμά my time for patience is over, E. Hipp. 1457.--In Hsch., οὐ καρτεριάδδει· οὐ φρόνιμος εἶ, should prob. be οὐ καρτερίδδει (Lacon. for καρτερίζει).
1. sterk zijn, volharden:
2. met acc. verdragen, uithouden:
- Ito be steadfast, patient, staunch, Soph., etc.; with a prep., κ. πρός τι to hold up against a thing, Xen., etc.:—with a part. to persevere in doing, Eur.: absol., τὰ δείνʼ ἐκαρτέρουν was strangely obdurate or obstinate, Soph.
- IIc. acc. rei, to bear patiently, Eur., Xen.:—Pass., κεκαρτέρηται τἀμά my time for patience is over, Eur.
-
…πένθους τοῦδε γεύομαι πικροῦ. ἐγὼ μὲν οὐκ ἔχοιμʼ ἂν εὖ λέγειν τύχην · χρὴ δʼ, ἥτις ἐστί, καρτερεῖν θεοῦ δόσιν. εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων γυναῖκα καί σοι τήνδε…
Euripides, Alcestis
-
…ὕβριν ἠδίκουν ἀνθρώπους μικροπολίτας οὐδʼ ἐπὶ μιᾷ αἰτίᾳ ἑτέρᾳ ἢ ὅτι ἐκείνοις συνεμάχουν. διὰ ταῦτα τοὺς ἀτίμους ἐπιτίμους ποιήσαντες ἐκαρτέρουν, καὶ ἀποθνῃσκόντων ἐν τῇ πόλει λιμῷ πολλῶν οὐ διελέγοντο περὶ διαλλαγῆς. ἐπεὶ δὲ παντελῶς ἤδη ὁ σῖτος ἐπελελοίπει…
Xenophon, Hellenica
-
…ἠγάλλεσθε · καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασάμενος ἀγαθῶν στερίσκηται, ἀλλʼ οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ. καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι, οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι · ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη…
Thucydides, The Peloponnesian War
-
…κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες. κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε, βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα πρὸς τῆσδε τῆς γυναικός · οἰκτίρω δέ νιν χήραν παρʼ ἐχθροῖς παῖδά τʼ…
Sophocles, Ajax
-
…τοῦ τεμένους παρακάθηνται καὶ γυναῖκες ὀλίγαι πρὸς ὕβριν αἰσχίστην ὑπὸ τῶν πολεμίων τετηρημέναι. ταῦτα τίς ἐν νῷ βαλλόμενος ἡμῶν καρτερήσει τὸν ἥλιον ὁρᾶν, κἂν δύνηται ζῆν ἀκινδύνως ; τίς οὕτω τῆς πατρίδος ἐχθρός, ἢ τίς οὕτως ἄνανδρος καὶ…
Flavius Josephus, Jewish War
-
…; οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν. μή νυν ὑπέρβαλλʼ ἀλλʼ ἐναισίμως φέρε. ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν. τί δʼ ἂν προκόπτοις, εἰ θέλεις ἀεὶ στένειν ; ἔγνωκα καὐτός, ἀλλʼ ἔρως τις ἐξάγει. τὸ…
Euripides, Alcestis
-
…μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς καρτεροῦντα ἀνδρειότερον ἂν φαίης ἢ τὸν ἐν τῷ ἐναντίῳ στρατοπέδῳ ἐθέλοντα ὑπομένειν τε καὶ καρτερεῖν ; τὸν ἐν τῷ ἐναντίῳ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. ἀλλὰ μὴν ἀφρονεστέρα γε ἡ τούτου ἢ ἡ…
Plato, Laches
-
…εἰς τὰς ἀριστείας τὰς κατὰ πόλεμον βλεπούσας χορεύειν, καὶ ὅλην εὐκολίαν τε καὶ εὐχέρειαν ἐπιτηδεύειν τῶν αὐτῶν εἵνεκα, καρτερήσεις τε αὖ σίτων καὶ ποτῶν καὶ χειμώνων καὶ τῶν ἐναντίων καὶ κοίτης σκληρᾶς, καὶ τὸ μέγιστον, τὴν τῆς…
Plato, Laws
-
…πέμπτον εἰ δυναίμεθα, λέγειν πειρώμεθα. ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρʼ ἡμῖν γιγνόμενον, ἔν τε ταῖς πρὸς ἀλλήλους ταῖς χερσὶ μάχαις καὶ ἐν ἁρπαγαῖς τισιν διὰ…
Plato, Laws
-
…ἑώρακεν ἀνθρώπων. τούτου μὲν οὖν μοι δοκεῖ καὶ αὐτίκα ὁ ἔλεγχος ἔσεσθαι. πρὸς δὲ αὖ τὰς τοῦ χειμῶνος καρτερήσεις δεινοὶ γὰρ αὐτόθι χειμῶνες θαυμάσια ἠργάζετο τά τε ἄλλα, καί ποτε ὄντος πάγου οἵου δεινοτάτου, καὶ πάντων ἢ…
Plato, Symposium