καταντάω
καταντάω, come down to, arrive
- come down to, arrive, εἰς τὰ βασίλεια, ἐπὶ κοίτην, D.S. 4.52, 3.27, cf. PTeb. 59.3 (i B.C.), etc.: metaph., ἐπὶ τὴν φυσικὴν ὁδόν Vett.Val. 259.3, cf. 185.16, 251.30.
- 2 in a speech or narrative, come to, arrive at a point, εἰς τὴν ἔκπτωσιν Plb. 4.1.8; ἐπί τινας λογισμούς Id. 10.37.3; κ. ἐπὶ τὸν ὅρκον D.S. 1.79, cf. J AJ 3.10.4, etc.; have recourse to, ἐπὶ [τὴν ἡδονήν] Epicur. Ep. 3 p.63 U.; ἐπὶ τὰ δάκρυα Phld. Lib. p.62 O.
- 3 of persons, κ. εἰς ἑαυτούς attack, commence hostilities against each other, Plb. 30.11.3.
- 4 of events, come upon, πᾶς δʼ ἀγὼν ἐπʼ ἐμὲ κατήντα Alex. 261.13; κ. εἴς τινα affect him, Phld. Ir. p.83 W.; of blood-guiltiness, fall, ἐπὶ κεφαλήν τινος LXX 2 Ki. 3.29.
- b turn out, result, ποῦ καταντήσει πάλιν Plb. 6.4.12; τὸ πρᾶγμα κ. εἰς ὑπόνοιαν D.S. 1.37; εἰς τὸ μηδέν Plb. 4.34.2; so of numbers, to be reduced, εἰς μόνους ἄνδρας δέκα BGU 903.14 (ii A.D.), etc.
- 5 of an inheritance, κ. εἴς τινα fall to oneʼs share, 1 Ep.Cor. 10.11, POxy. 75 (ii A.D.), etc.
- II trans., make to come back, bring back, τινα Palaeph. 2; εἰς ἑαυτὸν τὴν ἀρχιερωσύνην LXX 2 Ma. 4.24 (so intr. in pf., return, εἰς τὸν αὐτὸν κατηντηκέναι βίον BGU 1101.5 (i B.C.)).
Strong 2658
†
to come to, arrive at: seq. εἰς, c. acc. loc., Ac 16:1 18:19, 24 21:7 25:13 (v.
-
…γὰρ οἱ ἄλλοι βοιωτάρχαι παρεκεχωρήκεισαν ἑκουσίως τῆς στρατηγίας διά τε τὴν σύνεσιν καὶ τὴν ἀνδρείαν τῶν ἀνδρῶν. ὡς δὲ κατήντησαν ἐπὶ τὴν Ἀρκαδίαν, ἧκον πρὸς αὐτοὺς πανδημεὶ οἵ τε Ἀρκάδες καὶ Ἠλεῖοι καὶ Ἀργεῖοι καὶ οἱ ἄλλοι σύμμαχοι πάντες…
Diodorus Siculus, Library
-
…κακίαν, καὶ τὴν φαυλότητα καθάπερ λοιμικὴν νόσον ἐπινέμεσθαι τὸν βίον τῶν ἀνθρώπων καὶ νοσοποιεῖν τὰς ψυχὰς τῶν ἀρίστων · κατάντης γὰρ ἡ πρὸς τὸ χεῖρον ὁδός, ῥᾳδίαν ἔχουσα τὴν ὁδοιπορίαν · διὸ καὶ τῶν μετρίων πολλοὶ τοῖς ἤθεσιν ,…
Diodorus Siculus, Library
-
…τὸ πρυτανήιον νυκτὸς ὑπείσαντες ἄνδρας. τέθαπται δὲ Κίμων πρὸ τοῦ ἄστεος, πέρην τῆς διὰ Κοίλης καλεομένης ὁδοῦ · καταντίον δʼ αὐτοῦ αἱ ἵπποι τεθάφαται αὗται αἱ τρεῖς Ὀλυμπιάδας ἀνελόμεναι. ἐποίησαν δὲ καὶ ἄλλαι ἵπποι ἤδη τὠυτὸ τοῦτο Εὐαγόρεω…
Herodotus, The Histories
-
…βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν · μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατήντησαν. καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πόλεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν · βραχεῖ δʼ ἀνώτερον χρόνῳ…
Polybius, Histories
-
…τοῦ προειρημένου. διεξιὼν δὲ τὸ Καΰστριον πεδίον, διέφθειρε τὴν χώραν τὴν ὑπὸ τοὺς Πέρσας οὖσαν, μέχρι ὅτου κατήντησεν εἰς Κύμην. ἐκεῖθεν δʼ ὁρμηθεὶς τὸ πλεῖστον τοῦ θέρους τήν τε Φρυγίαν καὶ τὰ συνεχῆ διετέλεσε πορθῶν, καὶ…
Diodorus Siculus, Library
-
…στόλον ἀξιόλογον, ἔφθασαν Ἀθηναῖοι ναῦς ἄλλας σὺν ὁπλίταις χιλίοις ἀποστείλαντες εἰς Λέσβον. τούτων δʼ ἡγούμενος Πάχης ὁ Ἐπικλήρου καταντήσας εἰς τὴν Μυτιλήνην, καὶ τὴν προϋπάρχουσαν δύναμιν παραλαβών, περιετείχισε τὴν πόλιν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο οὐ μόνον κατὰ…
Diodorus Siculus, Library
-
…χωρὶς κινδύνων προσηγάγετο, μετὰ δὲ ταῦτα πολλὴν μὲν ἄνυδρον, οὐκ ὀλίγην δὲ ἔρημον διελθὼν ἐπὶ τὰ Ὠρείτιδος ὅρια κατήντησεν. εἰς τρία δὲ μέρη τὴν δύναμιν διελόμενος τοῦ μὲν πρώτου μέρους ἀπέδειξεν ἡγεμόνα Πτολεμαῖον, τοῦ δὲ δευτέρου Λεοννάτον…
Diodorus Siculus, Library
-
…ἔχοντες, καὶ κατʼ ἄλλους τόπους πεπταμένους διελθόντες, εἰς τὴν Ἑλλασίαν παρεγένοντο · εἰς τοῦτον γὰρ τὸν τόπον πᾶσι καταντᾶν παρήγγελτο. ἀθροισθείσης δὲ ἁπάσης τῆς δυνάμεως εἰς τὴν Ἑλλασίαν, προῆγον ἐπʼ αὐτὴν τὴν Σπάρτην πορθοῦντες ἅμα καὶ πυρπολοῦντες…
Diodorus Siculus, Library
-
…τούτων ἔφυγε. χρώμενος δὲ νυκτεριναῖς ὁδοιπορίαις ἔλαθε τοὺς Λακεδαιμονίους, καὶ διὰ τῆς τῶν νεανίσκων εὐνοίας τε καὶ κακοπαθείας κατήντησεν εἰς τὴν Ἀσίαν · ἐνταῦθα δʼ ἔχων ἰδιόξενον, ὄνομα μὲν Λυσιθείδην, δόξῃ δὲ καὶ πλούτῳ θαυμαζόμενον, πρὸς…
Diodorus Siculus, Library
-
…καὶ ἀγαθὸν ἄνδρα, πένητα δὲ καθʼ ὑπερβολήν. συγχωρήσαντος δὲ τοῦ Ἡφαιστίωνος τούτῳ τὴν δυναστείαν ὁ λαβὼν τὴν ἐπιτροπὴν κατήντησεν ἐπὶ τὸν ὠνομασμένον μετὰ βασιλικῆς ἐσθῆτος καὶ κατέλαβεν αὐτὸν ἔν τινι κήπῳ μισθοῦ μὲν ἀντλοῦντα, ῥάκεσι δὲ τοῖς τυχοῦσιν…
Diodorus Siculus, Library