μετανοέω
μετανοέω, to change one’s mind
- perceive afterwards or too late, opp. προνοέω, Epich. [280]; opp. προβουλεύομαι, Democr. 66; concur subsequently, τισι BGU 747 i 11 (ii A. D.).
- 2 change oneʼs mind or purpose, Pl. Euthd. 279c, Men. Epit. 72; μ. μὴ οὔτε . . τῶν χαλεπῶν ἔργων ᾖ τὸ . . ἄρχειν change oneʼs opinion and think that it is not . ., X. Cyr. 1.1.3.
- 3 repent, Antipho 2.4.12; ἐν τοῖς ἀνηκέστοις Id. 5.91: freq. in LXX and NT, Si. 48.15, al.; ἀπὸ τῆς κακίας Act.Ap. 8.22; ἐκ τῶν ἔργων Apoc. 9.20; ἐπὶ τῇ ἀκαθαρσίᾳ 2 Ep.Cor. 12.21, cf. OGI 751.9 (Amblada, ii B. C.); ἐπί τινι Luc. Salt. 84, etc.; περί τινων Plu. Galb. 6; τοῖς πεπραγμένοις Id. Agis 19: c. part., μ. γενόμενος Ἕλλην Luc. Am. 36.
- 4 c. acc., repent of, τὴν ἄφιξιν J. BJ 4.4.5.
1. zich bedenken:
2. spijt hebben van,
Strong 3340
to change one's mind or purpose, hence, to repent; in NT (exc. Lk 17:3, 4), of repentance from sin, involving amendment: seq. ἀπό, Ac 8:22; ἔκ, Re 2:21, 22 9:20, 21 16:11 (
- 1to change oneʼs mind or purpose, Plat., Xen.
- 2to repent, Antipho., etc.
-
…οὕτω τῆς πατρίδος ἐχθρός, ἢ τίς οὕτως ἄνανδρος καὶ φιλόψυχος, ὡς μὴ καὶ περὶ τοῦ μέχρι νῦν ζῆσαι μετανοεῖν ; ἀλλʼ εἴθε πάντες ἐτεθνήκειμεν πρὶν τὴν ἱερὰν ἐκείνην πόλιν χερσὶν ἰδεῖν κατασκαπτομένην πολεμίων, πρὶν τὸν ναὸν τὸν ἅγιον…
Flavius Josephus, Jewish War
-
…οὔκ, ἂν ὑμεῖς γέ μοι πείθησθε τὰ δίκαια καὶ ὅσια ποιοῦντες, καὶ ὅθεν μάλιστʼ ἀληθῆ πεύσεσθε καὶ οὐ μετανοήσαντες ὕστερον εὑρήσετε σφᾶς αὐτοὺς ἡμαρτηκότας τὰ μέγιστα εἰς θεούς τε καὶ ὑμᾶς αὐτούς. συμβουλεύω δʼ ὑμῖν, ἐν οἷς…
Xenophon, Hellenica
-
…, καὶ οἱ πάνυ φαῦλοι, μέγιστον τῶν ἀγαθῶν εἶναι. ἀληθῆ λέγεις, ἔφη. καὶ ἐγὼ αὖ πάλιν μετανοήσας εἶπον ὅτι ὀλίγου καταγέλαστοι ἐγενόμεθα ὑπὸ τῶν ξένων ἐγώ τε καὶ σύ, ὦ παῖ Ἀξιόχου. τί δή ,…
Plato, Euthydemus
-
…Ἄνανον, διεφθάρθαι δὲ ἐπὶ μιᾶς νυκτὸς ὀλίγου δεῖν πάντα τὸν δῆμον · ἐφʼ οἷς τῶν μὲν οἰκείων πολλοὺς αἰσθάνεσθαι μετανοοῦντας, τῶν ἐπικαλεσαμένων δὲ ὁρᾶν ἄμετρον τὴν ὠμότητα μηδὲ διʼ οὓς ἐσώθησαν αἰδουμένων · ἐν ὄμμασι γοῦν τῶν συμμάχων τὰ…
Flavius Josephus, Jewish War
-
…· εἰ δὲ μή, ἔρχομαί σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. Ὁ ἔχων οὖς ἀκουσάτω τί…
NA, New Testament
-
…καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ · καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων Μετανοῶ, ἀφήσεις αὐτῷ. Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ Πρόσθες ἡμῖν πίστιν. εἶπεν δὲ ὁ κύριος Εἰ ἔχετε…
NA, New Testament
-
…Δημοσθένης ἀκηκοέναι καὶ ῥωβικώτερος ὢν παύσασθαι. ὁ δʼ Εὐβουλίδης καὶ πρὸς Ἀριστοτέλην διεφέρετο, καὶ πολλὰ αὐτὸν διαβέβληκε. Μεταξὺ δὲ ἄλλων ὄντων τῆς Εὐβουλίδου διαδοχῆς Ἀλεξῖνος ἐγένετο Ἠλεῖος, ἀνὴρ φιλονεικότατος · διὸ καὶ Ἐλεγξῖνος ἐπεκλήθη. διεφέρετο δὲ…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…ἀλλήλων · εἶναι μέντοι τὴν ῥοπὴν ὀξεῖαν, καὶ ταχέως Ἰουδαίους ὁμονοήσειν ἡμῖν ἢ κοπιάσαντας ἐν τοῖς ἐμφυλίοις κακοῖς ἢ μετανοήσαντας. Οὐεσπασιανὸς δὲ πλεῖστον αὐτοὺς ἔφη τοῦ δέοντος ἁμαρτάνειν, ὥσπερ ἐν θεάτρῳ χειρῶν τε καὶ ὅπλων ἐπίδειξιν ποιήσασθαι γλιχομένους…
Flavius Josephus, Jewish War
-
…· μὴ πάλιν ἐλθόντος μου ταπεινώσῃ με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς · ἐπὶ στόματος δύο μαρτύρων…
NA, New Testament
-
…ἄρχοντες ὑμῶν · ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως. μετανοήσατε οὖν καὶ ἐπιστρέψατε πρὸς τὸ ἐξαλιφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ὒν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ…
NA, New Testament