παρορμέω
παρορμέω, to lie at anchor beside
- lie at anchor beside or near, D.S. 14.49.50, PFlor. 155.8 (iii A. D.); τινι Plu. Ant. 32.
- to lie at anchor beside or near, Plut.
-
…τοῦ Νεχαῦ, ἀλλʼ οὕτως εἶχεν ὡς μὴ συγχωρεῖν αὐτῷ τὴν οἰκείαν διέρχεσθαι, τῆς πεπρωμένης οἶμαι εἰς τοῦτʼ αὐτὸν παρορμησάσης, ἵνα λάβῃ πρόφασιν κατʼ αὐτοῦ. διατάσσοντος γὰρ αὐτοῦ τὴν δύναμιν καὶ ἐφʼ ἅρματος ἀπὸ κέρως ἐπὶ κέρας ὀχουμένου…
Flavius Josephus, Antiquities of the Jews
-
…βιαίους δὲ ἵππους ἀγαθόν μοι δοκεῖ εἶναι προρρηθῆναι ὅτι ἀποδοκιμασθήσονται. αὕτη γὰρ ἡ ἀπειλὴ πωλεύειν ἂν τοὺς τοιούτους μᾶλλον παρορμήσειε καὶ ἱππωνεῖν σωφρονέστερον. ἀγαθὸν δὲ καὶ τοὺς ἐν ταῖς ἱππασίαις λακτίζοντας ἵππους προρρηθῆναι ὅτι ἀποδοκιμασθήσονται · οὐδὲ γὰρ συντάττειν…
Xenophon, On the Cavalry Commander
-
…τοῖς πολλοῖς καὶ παραδόσιμος τοῖς ἐπιγινομένοις ἡ τῶν εὐεργετησάντων τὴν πατρίδα γίνεται δόξα. τὸ δὲ μέγιστον, οἱ νέοι παρορμῶνται πρὸς τὸ πᾶν ὑπομένειν ὑπὲρ τῶν κοινῶν πραγμάτων χάριν τοῦ τυχεῖν τῆς συνακολουθούσης τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν εὐκλείας. πίστιν…
Polybius, Histories
-
…τοῦ μὴ τἀληθῆ περὶ τῶν Χαναναίων εἰρηκέναι καταπληξαμένοις, ἀλλὰ τοῖς ἐπὶ τὴν εὐδαιμονίαν καὶ τὴν κτῆσιν αὐτοὺς τῶν ἀγαθῶν παρορμῶσιν · οὔτε γὰρ τῶν ὀρῶν τὸ μέγεθος οὔτε τῶν ποταμῶν τὸ βάθος τοῖς ἀρετὴν ἠσκηκόσιν ἐμποδὼν στήσεσθαι πρὸς τὰ ἔργα…
Flavius Josephus, Antiquities of the Jews
-
…βασιλέα καὶ τὴν διάνοιαν αὐτοῦ τελέως ἀποστρέψας ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὁσίων ἔργων καὶ δικαίων ἐπὶ τὰς ἀσεβεῖς πράξεις παρώρμησεν. οὕτως δʼ ἐξύβρισεν εἰς τὸ θεῖον καὶ παρηνόμησεν, ὡς οὐδὲν ἄλλο καθʼ ἡμέραν ζητεῖν ἢ τί καινὸν καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…σὺν αὐτῷ, καὶ γὰρ τὰ τῆς ὀργῆς ὑπὸ τοῦ χρόνου λελωφήκει, πρὸς τοῦτο μᾶλλον αὐτὸν Ἰώαβος ὁ ἀρχιστράτηγος παρώρμησε · γύναιον γάρ τι τὴν ἡλικίαν ἤδη προβεβηκὸς ἐποίησεν αὐτῷ προσελθεῖν ἐν σχήματι πενθίμῳ, ὡς παίδων ἐπὶ τῆς ἀγροικίας…
Flavius Josephus, Antiquities of the Jews
-
…δὲ πλεύσας εἰς τὸ στρατόπεδον τῶν Ἀθηναίων καὶ πυθόμενος Μίνδαρον ὁμοῦ καὶ Φαρνάβαζον ἐν Κυζίκῳ γεγονέναι, τοὺς μὲν στρατιώτας παρώρμησεν, ὡς ἀνάγκην οὖσαν αὐτοῖς καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ νὴ Δία τειχομαχεῖν πρὸς τοὺς πολεμίους · χρήματα γὰρ οὐκ…
Plutarch, Alcibiades
-
…ποταμὸν τὸν ἐπώνυμον. Κατὰ δαίμονα δʼ ἀμφοτέρων προσιόντων τῷ ῥεύματι, Ἀντώνιος ἐκ τῆς ἀπήνης καταθορὼν ἔς τι τῶν παρορμούντων σκαφῶν ἐσήλατο μόνος καὶ ἐπέρα πρὸς τὸν Καίσαρα, πιστεύων ὡς φίλῳ. καὶ ὁ Καῖσαρ ἰδὼν ἀντεμιμεῖτο, καὶ…
Appian, The Civil Wars
-
…δʼ ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέρος Θεοπόμπῳ, ὅς γʼ ἐν ἀρχῇ τῆς Φιλίππου συντάξεως διʼ αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον ,…
Polybius, Histories
-
…μὲν ὁ ναύαρχος αὐτίκα ἔφευγεν αὐτῷ στόλῳ, πρίν τινα τῶν ἐπὶ τῆς γῆς ἀναλαβεῖν, Ἀσίνιος δʼ ἐς τοὺς παρορμοῦντας ἐμπόρους ἀκατίῳ διαπλεύσας ἐδεῖτο αὐτῶν ἐπιπλεῦσαί τε καὶ τὸν στρατὸν ἀναλαβεῖν. καί τινες ἐς τοῦτο νυκτὸς ἐπέπλευσαν, ἀθρόων…
Appian, The Civil Wars