περισῴζω
περισῴζω, to save alive, to save from death
- save alive ( = σῴζειν τινὰ ὥστε περιεῖναι), save from death or ruin, X. HG 2.3.25, etc.; π. τὴν πόλιν ib. 6.5.47:—Med., ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω Alciphr. 1.30:—Pass., escape with oneʼs life, of a prisoner, X. HG 2.3.32, cf. 4.8.21, Phld. Rh. 1.28 S.; αἰσχρῶς App. Sam. 4.7; ἐκ μάχης D.C. 46.50; of things, survive, οἷον λείψανα περισεσῶσθαι Arist. Metaph. 1074b13.
1. act. redden, in leven laten.
2. med.-pass. het er levend van afbrengen.
- to save alive, to save from death or ruin, Xen.:—Pass. to escape with oneʼs life, Xen.
-
…τοὺς καταδύντας Ἀθηναίων ἐν τῇ περὶ Λέσβον ναυμαχίᾳ αὐτὸς οὐκ ἀνελόμενος ὅμως τῶν στρατηγῶν κατηγορῶν ἀπέκτεινεν αὐτούς, ἵνα αὐτὸς περισωθείη. ὅστις γε μὴν φανερός ἐστι τοῦ μὲν πλεονεκτεῖν ἀεὶ ἐπιμελόμενος, τοῦ δὲ καλοῦ καὶ τῶν φίλων μηδὲν ἐντρεπόμενος…
Xenophon, Hellenica
-
…τοῦ πλήθους παρῃροῦντο, οὐ νομίζων χρῆναι ἀσθενῆ τὴν πόλιν ποιεῖν · οὐδὲ γὰρ τοὺς Λακεδαιμονίους ἑώρων τούτου ἕνεκα βουλομένους περισῶσαι ἡμᾶς, ὅπως ὀλίγοι γενόμενοι μηδὲν δυναίμεθʼ αὐτοὺς ὠφελεῖν · ἐξῆν γὰρ αὐτοῖς, εἰ τούτου γε δέοιντο, καὶ…
Xenophon, Hellenica
-
…ἡμεῖς δὲ γνόντες μὲν τοῖς οἵοις ἡμῖν τε καὶ ὑμῖν χαλεπὴν πολιτείαν εἶναι δημοκρατίαν, γνόντες δὲ ὅτι Λακεδαιμονίοις τοῖς περισώσασιν ἡμᾶς ὁ μὲν δῆμος οὔποτʼ ἂν φίλος γένοιτο, οἱ δὲ βέλτιστοι ἀεὶ ἂν πιστοὶ διατελοῖεν, διὰ ταῦτα σὺν…
Xenophon, Hellenica
-
…. καὶ αὐτὸν διεδέξατο Ἀντίοχος ὁ υἱὸς τοῦ Κυζικηνοῦ · ὃν ἐπιβουλευόμενον ὑπὸ Σελεύκου τοῦ ἀνεψιοῦ οἱ μὲν Σύροι νομίζουσι περισωθῆναι διʼ εὐσέβειαν, καὶ διὰ τοῦτο εὐσεβῆ παρωνόμασαν ἑταίρα δʼ αὐτὸν ἔσωσεν, ἐρασθεῖσα τοῦ κάλλουσ, ἐμοὶ δὲ δοκοῦσιν…
Appian, The Syrian Wars
-
…συμμαχήσαντάς οἱ καὶ Ἀθηναίοις αἰτήσασι συγγνώμην ἐπεδίδου καὶ ἐπεῖπε · ποσάκις ὑμᾶς ὑπὸ σφῶν αὐτῶν ἀπολλυμένους ἡ δόξα τῶν προγόνων περισώσει ; τῇ τρίτῃ δʼ ἐξήλαυνεν ἐπὶ τὴν ἕω κατὰ πύστιν τῆς Πομπηίου φυγῆς καὶ τὸν Ἑλλήσποντον ἀπορίᾳ τριήρων σκάφεσιν ἐπεραιοῦτο…
Appian, The Civil Wars
-
…πολλάκις εὑρημένης εἰς τὸ δυνατὸν ἑκάστης καὶ τέχνης καὶ φιλοσοφίας καὶ πάλιν φθειρομένων καὶ ταύτας τὰς δόξας ἐκείνων οἷον λείψανα περισεσῶσθαι μέχρι τοῦ νῦν. ἡ μὲν οὖν πάτριος δόξα καὶ ἡ παρὰ τῶν πρώτων ἐπὶ τοσοῦτον ἡμῖν φανερὰ μόνον .…
Aristotle, Metaphysics
-
…ἐδίδασκεν, ὅτι κτείναντες μὲν αὑτὸν διʼ ὀλίγα χρήματα οὐκ ἀσφαλῆ μύσους τε πίμπλανται καὶ φόβων ἐς ὕστερον μεγάλων, περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ ἐλπίδων ἀγαθῶν καὶ χρημάτων ὕστερον πολὺ πλεόνων τε καὶ ἀσφαλεστέρων. οἱ μὲν δὴ συνέφευγον…
Appian, The Civil Wars
-
…ὁ Βροῦτος ἐγίγνετο. διὸ καὶ νικῶν ἐν Φαρσάλῳ μετὰ σπουδῆς λέγεται τοῖς ἡγεμόσιν εἰπεῖν Βροῦτον, ὅπῃ δύναιντο, περισῴζειν. ἀλλʼ εἴτε ἀχάριστος ὢν ὁ Βροῦτος, εἴτε τὰ τῆς μητρὸς ἁμαρτήματα ἀγνοῶν ἢ ἀπιστῶν ἢ αἰδούμενος, εἴτε…
Appian, The Civil Wars
-
…ἐς ἣν ἡ λύπη με προάγει. κτεινομένῳ μὲν οὐ παρῆς, τῶν φονέων σε περισπασάντων περὶ θύρας, ἐπεὶ περιέσῳζες ἂν αὐτὸν ἢ συνεκινδύνευες ὅμοια παθεῖν · ὧν εἰ θάτερον ἔμελλεν ἔσεσθαι, καλῶς, ὅτι μὴ παρῆς. ψηφιζομένων…
Appian, The Civil Wars
-
…ἀπογιγνώσκων ἑαυτοῦ καὶ τοῦ φρουρίου. τοῖς δʼ ἄλλοις αἰδὼς ἐπὶ τῷ συμβεβηκότι καὶ ὁρμὴ προσέπιπτε, καὶ τὸ φρούριον περιεσώθη, πολλὰ καὶ τοῦ φρουράρχου Μινουκίου παθόντος, ᾧ γέ φασι τὴν μὲν ἀσπίδα ἑκατὸν καὶ εἴκοσιν ἀναδέξασθαι βέλη ,…
Appian, The Civil Wars