πλεονάκις
πλεονάκις, more frequently, oftener
- more frequently, oftener, Hp. Acut. 29, Lys. 14.30, Pl. Phd. 112d, etc.; several times, frequently, Arist. Pol. 1299a9, IG 2(2).682.25, 1304.5, PCair.Zen. 31.11 (iii B.C.); too often, Hp. Aph. 5.16.
- II taken more times together, multiplied by a larger number, opp. ἐλαττονάκις, Pl. Tht. 148a:—also πλεονάκι, PMagd. 25.4 (iii B.C.); πλειονάκις, PCair.Zen. 29.2 (iii B.C.), IG 12(5).533 (Ceos, iii B. C.), 9(1).694.45 (Corc., ii B.C.); πλειονάκι, Sammelb. 4638.18 (ii B. C.).
- more frequently, oftener, Plat.: several times, frequently, Arist.
-
…τʼ ἔωσι χρῆσθαί σφισιν, τὸ πρῶτον οὐκ ἐνθυμεῦνται, ἀλλʼ ἡσυχίην ἔχουσι. ὁκόταν δὲ δὶς καὶ τρὶς καὶ πλεονάκις αὐτοῖσι πειρωμένοισι μηδὲν ἀλλοιότερον ἀποβαίνῃ, νομίσαντές τι ἡμαρτηκέναι τῷ θεῷ, ὃν ἐπαιτιῶνται, ἐνδύονται στολὴν γυναικείην καταγνόντες ἑωυτῶν…
Hippocrates, Airs, Waters, Places
-
…καὶ τὰ τρία καὶ τὰ πέντε καὶ πᾶς ὃς ἀδύνατος ἴσος ἰσάκις γενέσθαι, ἀλλʼ ἢ πλείων ἐλαττονάκις ἢ ἐλάττων πλεονάκις γίγνεται, μείζων δὲ καὶ ἐλάττων ἀεὶ πλευρὰ αὐτὸν περιλαμβάνει, τῷ προμήκει αὖ σχήματι ἀπεικάσαντες προμήκη ἀριθμὸν ἐκαλέσαμεν .…
Plato, Theaetetus
-
…μὲν Δεκέλειαν Λακεδαιμονίους ἐπιτειχίσαι, ἐπὶ δὲ τὰς νήσους ἀποστήσων ἔπλευσε, διδάσκαλος δὲ τῶν τῆς πόλεως κακῶν ἐγένετο, πλεονάκις δὲ μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα ἐστρατεύσατο ἢ μετὰ τῶν πολιτῶν ἐπʼ ἐκείνους. ἀνθʼ ὧν καὶ ὑμῖν καὶ…
Lysias, Speeches
-
…, ἀβέλτερος αὖ φαίνεται, ἀπιστῶν παρὰ καιρὸν καὶ ἀγνοῶν ὑγιὲς ἦθος, ἅτε οὐκ ἔχων παράδειγμα τοῦ τοιούτου. πλεονάκις δὲ πονηροῖς ἢ χρηστοῖς ἐντυγχάνων σοφώτερος ἢ ἀμαθέστερος δοκεῖ εἶναι αὑτῷ τε καὶ ἄλλοις. παντάπασι μὲν οὖν, ἔφη…
Plato, Republic
-
…ὅτῳ μέλει τὸ περὶ αὐτὰ γεγονὸς εὑρεῖν ὅπῃ ποτὲ γέγονεν, τίνι πότʼ αἰτίᾳ τὸ δεύτερον καὶ τὸ τρίτον, πλεονάκις τε οὐ διεξῇμεν · πότερον Διονύσιος ἀκούσας μόνον ἅπαξ, οὕτως εἰδέναι τε οἴεται καὶ ἱκανῶς οἶδεν, εἴτε αὐτὸς…
Plato, Letters
-
…ὧδε · ἕκαστον τῶν ὀνομάτων οὐκ ἐπί τινι καλεῖς ; ἔγωγε. τί οὖν ; τὸ αὐτὸ ὄνομα εἴποις ἂν πλεονάκις ἢ ἅπαξ ; ἔγωγε. πότερον οὖν ἐὰν μὲν ἅπαξ εἴπῃς, ἐκεῖνο προσαγορεύεις οὗπέρ ἐστι τοὔνομα, ἐὰν δὲ…
Plato, Parmenides
-
…· οὔκουν οἷοί τʼ ἐγένοντο διὰ μιμήσεως ναυτικῆς αὐτοὶ ναῦται γενόμενοι εὐθὺς τότε τοὺς πολεμίους ἀμύνασθαι. ἔτι γὰρ ἂν πλεονάκις ἑπτὰ ἀπολέσαι παῖδας αὐτοῖς συνήνεγκεν, πρὶν ἀντὶ πεζῶν ὁπλιτῶν μονίμων ναυτικοὺς γενομένους ἐθισθῆναι, πυκνὰ ἀποπηδῶντας, δρομικῶς εἰς…
Plato, Laws
-
…ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος · ἔστι δὲ ἃ παντάπασιν κύκλῳ περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ ὄφεις, εἰς τὸ δυνατὸν κάτω καθέντα πάλιν ἐμβάλλει. δυνατὸν δέ ἐστιν ἑκατέρωσε…
Plato, Phaedo
-
…. διʼ οὗ συνέβη τὸν Σόφακα κουφισθέντα πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὴν ἐπιπλοκήν. οὗ γινομένου πλείους ἦσαν οἱ διαπεμπόμενοι καὶ πλεονάκις · ἔστι δʼ ὅτε καί τινας ἡμέρας ἔμενον παρʼ ἀλλήλοις ἀπαρατηρήτως. ἐν αἷς ὁ Πόπλιος ἀεί τινας μὲν τῶν…
Polybius, Histories
-
…δʼ ἂν μᾶλλον πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον · ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις · καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν…
Hippocrates, Regimen in Acute Diseases