ποιός
ποιός, ποιός, of some sort
- of a certain nature, kind, or quality, Pl. Lg. 770d, Arist. Cat. 10a27, etc.; esp. joined with τις, Pl. Sph. 262e, al., Arist. Cat. 8b25; ποιὰ ἄττα Pl. R. 438b, al.; τὸ ποιόν, = ποιότης, Arist. Metaph. 1083a11, al.; μοναχῶς μὲν ἡ ποιότης λέγεται κατʼ αὐτοὺς τοὺς Στωϊκούς, τριχῶς δὲ ὁ ποιός Stoic. 2.129, cf. 131,168, al.: pl., τὰ τοιαῦτα π. Iamb. Comm.Math. 14; τὸ π. μέλος such-and-such, PMag.Par. 1.327.
- Indef. adj., of a certain nature, kind or quality, Plat.
-
…ἄρα νῦν ἔμαθες, ὅτι ὅσα ἐστὶν οἷα εἶναί του, αὐτὰ μὲν μόνα αὐτῶν μόνων ἐστίν, τῶν δὲ ποιῶν τινων ποιὰ ἄττα. καὶ οὔ τι λέγω, ὡς, οἵων ἂν ᾖ, τοιαῦτα καὶ ἔστιν, ὡς…
Plato, Republic
-
…, ἀλλʼ ᾗ γίνεταί τι αὐτοῖς παρʼ ἀλλήλων ἀγαθόν. ὁμοίως δὲ καὶ οἱ διʼ ἡδονήν · οὐ γὰρ τῷ ποιούς τινας εἶναι ἀγαπῶσι τοὺς εὐτραπέλους, ἀλλʼ ὅτι ἡδεῖς αὑτοῖς. οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες διὰ τὸ…
Aristotle, Nicomachean Ethics
-
…ἢ μᾶλλον τῶν τιμίων · δῆλον γὰρ ὅτι τῶν γε δυνάμεων οὐκ ἔστιν. φαίνεται δὴ πᾶν τὸ ἐπαινετὸν τῷ ποιόν τι εἶναι καὶ πρός τι πῶς ἔχειν ἐπαινεῖσθαι · τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν ἀγαθόν τε…
Aristotle, Nicomachean Ethics
-
…εἴη καὶ τοῖς ἐν ἀρχῇ · τὸ γὰρ τῆς πολιτικῆς τέλος ἄριστον ἐτίθεμεν, αὕτη δὲ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ποιούς τινας καὶ ἀγαθοὺς τοὺς πολίτας ποιῆσαι καὶ πρακτικοὺς τῶν καλῶν. εἰκότως οὖν οὔτε βοῦν οὔτε ἵππον οὔτε ἄλλο τῶν…
Aristotle, Nicomachean Ethics
-
…ἐπαινοῦμεν διὰ τὰς πράξεις καὶ τὰ ἔργα, καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν καὶ τῶν ἄλλων ἕκαστον τῷ ποιόν τινα πεφυκέναι καὶ ἔχειν πως πρὸς ἀγαθόν τι καὶ σπουδαῖον. δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν περὶ τοὺς θεοὺς…
Aristotle, Nicomachean Ethics
-
…λέγεται τῷ ὄντι καὶ γὰρ ἐν τῷ τί λέγεται, οἷον ὁ θεὸς καὶ ὁ νοῦς, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ ποσῷ τὸ μέτριον, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν…
Aristotle, Nicomachean Ethics
-
…, διόπερ οὐδὲ τῶν ἀριθμῶν ἰδέαν κατεσκεύαζον · τὸ δʼ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί ἐστι καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι, τὸ δὲ καθʼ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι παραφυάδι…
Aristotle, Nicomachean Ethics
-
…πλημμελὲς ἂν εἴη. συμφανὲς δʼ ἐστὶ καὶ ἐκ τοῦ λόγου τὸ ζητούμενον · εἴρηται γὰρ ψυχῆς ἐνέργεια κατʼ ἀρετὴν ποιά τις. τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖον, τὰ δὲ συνεργὰ καὶ χρήσιμα πέφυκεν ὀργανικῶς. ὁμολογούμενα…
Aristotle, Nicomachean Ethics
-
…οἰκίας ἐργασίας ἐπιστήμη ἐγένετο, διήνεγκε τῶν ἄλλων ἐπιστημῶν, ὥστε οἰκοδομικὴ κληθῆναι ; τί μήν ; ἆρʼ οὐ τῷ ποιά τις εἶναι, οἵα ἑτέρα οὐδεμία τῶν ἄλλων ; ναί. οὐκοῦν ἐπειδὴ ποιοῦ τινος, καὶ αὐτὴ ποιά τις…
Plato, Republic
-
…, ὅπερ εἴπομεν ὀλίγον ἔμπροσθεν, ὅτι δυοῖν ὄντοιν, τοῦ τε ὄντος καὶ τοῦ ποιοῦ τινος, οὐ τὸ ποιόν τι, τὸ δὲ τί, ζητούσης εἰδέναι τῆς ψυχῆς, τὸ μὴ ζητούμενον ἕκαστον τῶν τεττάρων προτεῖνον τῇ ψυχῇ…
Plato, Letters