πολυτέλεια
πολυτέλεια, extravagance
- great expense, extravagance, opp. εὐτέλεια, Hdt. 2.87, Th. 6.12; τρυφὴ καὶ π. X. Mem. 1.6.10; π. τῶν βίων Plb. 13.1.1, cf. 9.10.5, etc.
- 2 costliness, ἐσθῆτος X. Lac. 7.3, etc.
- extravagance, Hdt., Thuc. from πολῠτελής
-
…δὲ τοὺς πρεσβευτὰς ἡδέως ἀποδεξάμενος ἑστιασάμενός τε καὶ τοὺς θησαυροὺς ἐπιδείξας αὐτοῖς καὶ τὴν τῶν ὅπλων παρασκευὴν καὶ τὴν ἄλλην πολυτέλειαν, ὅσην ἐν λίθοις εἶχε καὶ χρυσῷ, δῶρά τε δοὺς κομίζειν τῷ Βαλάδῳ πρὸς αὐτὸν ἀπέλυσεν. Ἡσαΐου δὲ…
Flavius Josephus, Antiquities of the Jews
-
…οἱ δʼ ἐπιχώριοι Δοκιμίτην καὶ Δοκιμαῖον, κατʼ ἀρχὰς μὲν μικροὺς βώλους ἐκδιδόντος τοῦ μετάλλου, διὰ δὲ τὴν νυνὶ πολυτέλειαν τῶν Ῥωμαίων κίονες ἐξαιροῦνται μονόλιθοι μεγάλοι, πλησιάζοντες τῷ ἀλαβαστρίτῃ λίθῳ κατὰ τὴν ποικιλίαν, ὥστε καίπερ πολλῆς οὔσης τῆς…
Strabo, Geography
-
…γεγενημένην, πλουσιωτάτην δὲ σχεδὸν τῶν τότε Ἑλληνίδων πόλεων γεγενημένην, καὶ ταῦτα τῶν ἐν αὐτῇ φιλοκαλησάντων εἰς παντοίων κατασκευασμάτων πολυτέλειαν · καὶ γὰρ γραφαὶ παμπληθεῖς ηὑρέθησαν εἰς ἄκρον ἐκπεπονημέναι καὶ παντοίων ἀνδριάντων φιλοτέχνως δεδημιουργημένων ὑπεράγων ἀριθμός. τὰ μὲν οὖν…
Diodorus Siculus, Library
-
…ἐν Ταινάρῳ παλαιαί, νεωστὶ δὲ καὶ ἐν τῷ Ταϋγέτῳ μέταλλον ἀνέῳξάν τινες εὐμέγεθες, χορηγὸν ἔχοντες τὴν τῶν Ῥωμαίων πολυτέλειαν. ὅτι δὲ Λακεδαίμων ὁμωνύμως λέγεται καὶ ἡ χώρα καὶ ἡ πόλις, δηλοῖ καὶ Ὅμηρος · λέγω δὲ χώραν…
Strabo, Geography
-
…, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δʼ ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς. Μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν ἐμπηδήσασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ…
Epictetus, Fragments
-
…κἀνταῦθα χρονιωτέραν ἐποιήσατο τὴν ἐπιδημίαν πλείονι χρώμενος τῇ λαμπρότητι περὶ τὴν τοῦ πατρὸς ἡμέραν γενέθλιον ἔν τε ταῖς τῶν θεωριῶν πολυτελείαις καὶ κατὰ τὴν ἄλλην ἐπίνοιαν τῶν ἄλλων ἀναλωμάτων. τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸν αὐτὸν τρόπον ὡς πρόσθεν ἀπώλλυτο…
Flavius Josephus, Jewish War
-
…Περσέπολιν εἰς τέλος ἔσπευδε καταφθεῖραι. οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν περὶ τῶν ἐν ταύτῃ τῇ πόλει βασιλείων διὰ τὴν πολυτέλειαν τῆς κατασκευῆς βραχέα διελθεῖν. οὔσης γὰρ ἄκρας ἀξιολόγου περιείληφεν αὐτὴν τριπλοῦν τεῖχος, οὗ τὸ μὲν πρῶτον ἀναλήμματι πολυδαπάνῳ…
Diodorus Siculus, Library
-
…ἐξέχεας, ὅ τι δʼ ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς. Μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν ἐμπηδήσασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει .…
Epictetus, Fragments
-
…καὶ τὸν Εὔξεινον μέρεσι τῆς Ἀσίας, ἦν δὲ βασίλειον ἐξ ἀρχῆς Μήδων, πλούτῳ δὲ καὶ τῇ τῆς κατασκευῆς πολυτελείᾳ μέγα τι παρὰ τὰς ἄλλας δοκεῖ διενηνοχέναι πόλεις. κεῖται μὲν οὖν ὑπὸ τὴν παρώρειαν τὴν παρὰ τὸν Ὀρόντην ,…
Polybius, Histories
-
…τοῦ ναοῦ ἀντικρὺ τῆς θύρας, ὡς ἀνοιχθείσης αὐτὸ κατὰ πρόσωπον εἶναι καὶ βλέπεσθαι τὰς ἱερουργίας καὶ τὴν τῶν θυσιῶν πολυτέλειαν. τὰ δὲ λοιπὰ σκεύη πάντα συναλίσας ἔνδον εἰς τὸν ναὸν κατέθετο. Ἐπεὶ δὲ πάντα διακοσμήσαντες οἱ ἱερεῖς τὰ…
Flavius Josephus, Antiquities of the Jews