ποτόν
ποτόν, drink, liquid
-οῦ, τό
[πο-, πίνω. See ἐκπέποται under ἐκπίνω.]
Something drunk or to be drunk, drink, liquor Il. 1.470, Il. 11.630, Il. 9.175 :=Od. 1.148=Od. 3.339=Od. 21.271, Od. 2.341, Od. 9.205, 348, 354.
λαβὼν σφηκαλέοντας τοὺς ἐν τῇ ἀράχνῃ, λειώσας ἐπὶ π. δὸς πεῖν
toma avispas-león que estén en una tela de araña, machácalas en una bebida y dalas a beber
βάλε ἅλατος [καὶ οἰνο]μέλιτος δύο [χοίνικας ποι]ῶν πο[τ]όν
echa dos quénices de sal y vino con miel y haz una bebida
-
…δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ ἐν τῇ τῶν σιτίων. σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ τοῦ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀποφέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σῶμα πιόντα…
Plato, Protagoras
-
…; τί ἂν οἴει ἡμῖν αὐτὸν ἀποκρίνασθαι ; δῆλον ὅτι, ἔφη, ἡ σώμασιν φάρμακά τε καὶ σιτία καὶ ποτά. ἡ δὲ τίσιν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη μαγειρικὴ καλεῖται ; ἡ τοῖς ὄψοις τὰ ἡδύσματα. εἶεν…
Plato, Republic
-
…τὴν δόσιν τοῦ ῥοφήματος, ἔστʼ ἂν οἴηται κεχωρηκέναι ἐς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. Χρέεσθαι δὲ ποτῷ, ἢν μὲν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος μὲν θερμῷ, θέρεος δὲ, ψυχρῷ · ἢν δὲ πολλὴ…
Hippocrates, Regimen in Acute Diseases
-
…. ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν, πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ…
Homer, Iliad
-
…Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός ,…
Homer, Odyssey
-
…τιμωρίαι τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέῳ · τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν · ἢν νεοβρῶτι ἐόντι αὐτέῳ…
Hippocrates, Regimen in Acute Diseases
-
…, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας ; ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν · ἥσατο δʼ αἰνῶς ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις · δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ αὐτίκα νῦν ,…
Homer, Odyssey
-
…θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι · γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον. αὐτὰρ ἐπεὶ…
Homer, Odyssey
-
…ἔχων μέλανος οἴνοιο · Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας οἴκαδε πέμψειας · σὺ δὲ μαίνεαι…
Homer, Odyssey
-
…τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο μνηστῆρες ,…
Homer, Odyssey