τειχίζω
τειχίζω, to build a wall
- build a wall, Ar. Av. 838, Th. 1.64, etc.: c. acc. cogn., τ. μακρὰ τείχη build them, Id. 5.82:—Med., τεῖχος ἐτειχίσσαντο they built them a wall, Il. 7.449, cf. Th. 3.105, And. 3.38 (ἐτειχίσαμεν codd.); ἔρυμα τῷ στρατοπέδῳ ἐτειχίσαντο Th. 1.11:—Pass., to be built, πύργος τετείχισται Pi. I. 5(4).44; ὕμνων θησαυρὸς τετείχισται Id. P. 6.9.
- 2 form a wall, τῇ τῶν ἀσπίδων προβολῇ ὥσπερ τειχίσαντες Hdn. 6.5.10.
- II trans., wall, fortify, ὄρος Hdt. 1.175, etc.; τὸν Πειραιᾶ And. 3.5; τὴν πόλιν, τὸν κρημνόν, Th. 1.93, 6.101; στρατόπεδα δύο Id. 3.6; λίθοις τ. τὴν πόλιν D. 18.299; χαλκοῖς τείχεσι τὴν χώραν Aeschin. 3.84; Μαγνησίαν D. 1.22:—Med., τειχίζεσθαι τὸ χωρίον Th. 4.3:— Pass., Ἀθηναῖοι ἐτειχίσθησαν Id. 1.93; τὰ τετειχισμένα the fortified parts, Id. 4.9; ἐτετείχιστο . . τὰ βασιλήϊα περιβόλῳ stood enclosed by a surrounding wall, Hdt. 1.181: metaph., [Αἴγυπτον] τῷ Νείλῳ τετειχισμένην Isoc. 11.12; ἀσφάλειαν τετειχισμένην ὅπλοις D. 19.84.
- 1build met. εἶα τειχίζωμεν ἤδη ποικίλον κόσμον αὐδάεντα λόγων fr. 194. 2. pass. ἑτοῖμος ὕμνων θησαυρὸς ἐν πολυχρύσῳ Ἀπολλωνίᾳ τετείχισται νάπᾳ P. 6.9 τετείχισται δὲ πάλαι πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν I. 5.44 cf. τειχέω.
- Ito build a wall, Ar., etc.: c. acc. cogn., τ. τεῖχος to build it, Thuc.; so in Mid., τεῖχος ἐτειχίσσαντο they built them a wall, Il.:—Pass. to be built, Pind.: 3rd sg. plup. τετείχιστο, impers., buildings had been erected, there were buildings, Hdt.
- IItrans. to wall or fortify, τὸ οὖρος Hdt.; τὴν πόλιν Thuc., Dem.: in Mid., τειχίζεσθαι τὸ χωρίον Thuc.:—Pass. to be walled or fenced with walls, Thuc.; τὰ τετειχισμένα the fortified parts, Thuc.
-
…σφι τοῦτο ἐγένετο. οὗτοι τῶν περὶ Καρίην ἀνδρῶν μοῦνοί τε ἀντέσχον χρόνον Ἁρπάγῳ καὶ πρήγματα παρέσχον πλεῖστα, ὄρος τειχίσαντες τῷ οὔνομά ἐστι Λίδη. Πηδασέες μέν νυν χρόνῳ ἐξαιρέθησαν. Λύκιοι δέ, ὡς ἐς τὸ Ξάνθιον πεδίον ἤλασε…
Herodotus, The Histories
-
…ἐκεῖνοι μὲν οὐδὲν ἀνίεσαν, οἱ δὲ ἀμφὶ Ἀριστοτέλην καὶ Μελάνθιον καὶ Ἀρίσταρχον στρατηγοῦντες φανεροὶ ἐγένοντο ἐπὶ τῷ χώματι ἔρυμα τειχίζοντες, εἰς ὃ ἐβούλοντο τοὺς πολεμίους δεξάμενοι ὑφʼ αὑτοῖς καὶ τοῖς ἑταίροις τὴν πόλιν ποιήσασθαι, εἰ ταῦτʼ αἰσθόμενος ἐγὼ…
Xenophon, Hellenica
-
…κατὰ ἔτος ἕκαστον ἐσβολαὶ Ἀθηναίων ἐς τὴν Μεγαρίδα καὶ ἱππέων καὶ πανστρατιᾷ, μέχρι οὗ Νίσαια ἑάλω ὑπʼ Ἀθηναίων. ἐτειχίσθη δὲ καὶ Ἀταλάντη ὑπὸ Ἀθηναίων φρούριον τοῦ θέρους τούτου τελευτῶντος, ἡ ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσος ἐρήμη πρότερον οὖσα…
Thucydides, The Peloponnesian War
-
…παρεσκευάζοντο τῷ τείχει ποιησόμενοι μηχαναῖς τε καὶ ἄλλῳ τρόπῳ · ἡ γὰρ Οἰνόη οὖσα ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ Βοιωτίας ἐτετείχιστο, καὶ αὐτῷ φρουρίῳ οἱ Ἀθηναῖοι ἐχρῶντο ὁπότε πόλεμος καταλάβοι. τάς τε οὖν προσβολὰς ηὐτρεπίζοντο καὶ ἄλλως ἐνδιέτριψαν χρόνον…
Thucydides, The Peloponnesian War
-
…τεῖχος περιθέει, οὐ πολλῷ τεῳ ἀσθενέστερον τοῦ ἑτέρου τείχεος, στεινότερον δέ. ἐν δὲ φάρσεϊ ἑκατέρῳ τῆς πόλιος ἐτετείχιστο ἐν μέσῳ ἐν τῷ μὲν τὰ βασιλήια περιβόλῳ μεγάλῳ τε καὶ ἰσχυρῷ, ἐν δὲ τῷ ἑτέρῳ Διὸς Βήλου ἱρὸν…
Herodotus, The Histories
-
…Εὐβώτας Κυρηναῖος, ἐπὶ ἐφόρου μὲν ὄντος ἐν Σπάρτῃ Εὐαρχίππου, ἄρχοντος δʼ ἐν Ἀθήναις Εὐκτήμονος, Ἀθηναῖοι μὲν Θορικὸν ἐτείχισαν, Θράσυλλος δὲ τά τε ψηφισθέντα πλοῖα λαβὼν καὶ πεντακισχιλίους τῶν ναυτῶν πελταστὰς ποιησάμενος, ὡς ἅμα καὶ πελτασταῖς ἐσομένοις…
Xenophon, Hellenica
-
…τὸ στρατόπεδον · Σηλυμβριανοὶ δὲ ἐδέξαντο μὲν οὔ, χρήματα δὲ ἔδοσαν. ἐντεῦθεν δʼ ἀφικόμενοι τῆς Καλχηδονίας εἰς Χρυσόπολιν ἐτείχισαν αὐτήν, καὶ δεκατευτήριον κατεσκεύασαν ἐν αὐτῇ, καὶ τὴν δεκάτην ἐξέλεγον τῶν ἐκ τοῦ Πόντου πλοίων, καὶ φυλακὴν…
Xenophon, Hellenica
-
…τῇ Ἐφέσῳ οὔσας ναῦς ἐνενήκοντα ἡσυχίαν ἦγεν, ἐπισκευάζων καὶ ἀναψύχων αὐτάς. Ἀλκιβιάδης δὲ ἀκούσας Θρασύβουλον ἔξω Ἑλλησπόντου ἥκοντα τειχίζειν Φώκαιαν διέπλευσε πρὸς αὐτόν, καταλιπὼν ἐπὶ ταῖς ναυσὶν Ἀντίοχον τὸν αὑτοῦ κυβερνήτην, ἐπιστείλας μὴ ἐπιπλεῖν ἐπὶ τὰς Λυσάνδρου…
Xenophon, Hellenica
-
…μετὰ Θρασύλλου συντάττεσθαι, ὡς αὐτοὶ μὲν ὄντες ἀήττητοι, ἐκεῖνοι δὲ ἡττημένοι ἥκοιεν. ἐνταῦθα δὴ ἐχείμαζον ἅπαντες Λάμψακον τειχίζοντες. καὶ ἐστράτευσαν πρὸς Ἄβυδον · Φαρνάβαζος δʼ ἐβοήθησεν ἵπποις πολλοῖς, καὶ μάχῃ ἡττηθεὶς ἔφυγεν. Ἀλκιβιάδης δὲ ἐδίωκεν…
Xenophon, Hellenica
-
…ποταμὸς ἅμα τῷ ὕδατι θρόμβους ἀσφάλτου ἀναδιδοῖ πολλούς, ἔνθεν ἡ ἄσφαλτος ἐς τὸ ἐν Βαβυλῶνι τεῖχος ἐκομίσθη. ἐτετείχιστο μέν νυν ἡ Βαβυλὼν τρόπῳ τοιῷδε. ἔστι δὲ δύο φάρσεα τῆς πόλιος. τὸ γὰρ μέσον αὐτῆς ποταμὸς διέργει…
Herodotus, The Histories