τρισμύριοι
τρισμύριοι, thrice ten thousand
- thrice ten thousand, 30,000, Hdt. 2.163, 7.184, Ar. Av. 1179, X. An. 7.8.[26], etc.:—in sg. with a collective Subst., ἵππος τρισμυρία thirty thousand horse, A. Pers. 315.
- thrice ten thousand, 30, 000, Hdt., Ar., etc.:—in sg. with a collective Subst., τρισμυρία ἵππος thirty thousand horse, Aesch.
-
…, καὶ φερεσσάκης τρίτος Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ. καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος ,…
Aeschylus, Persians
-
…Κύπριοι ἦλθον καὶ ἔδοτε αὐτοῖς τὰς δέκα ναῦς, καὶ τῶν πελταστῶν τὴν μίσθωσιν καὶ τῶν ὅπλων τὴν ὠνὴν παρέσχε τρισμυρίας δραχμάς. καὶ τούτων κεφάλαιον πάντων γίγνεται μικροῦ λείποντος πεντεκαίδεκα τάλαντα. ὥστε οὐκ ἂν εἰκότως ἡμᾶς αἰτιῷσθε, ἐπεὶ…
Lysias, Speeches
-
…, ἥ γε παρὰ σοῦ νέου ὄντος οὕτω σφόδρα ἐξέλαμψεν καὶ ἐκφανὴς ἐγένετο πρῴην ἐν μάρτυσι τῶν Ἑλλήνων πλέον ἢ τρισμυρίοις. ὑβριστὴς εἶ, ἔφη, ὦ Σώκρατες, ὁ Ἀγάθων. καὶ ταῦτα μὲν καὶ ὀλίγον ὕστερον διαδικασόμεθα ἐγώ…
Plato, Symposium
-
…· τί μʼ ἄνω κάτω ἕλκετʼ ἄμουσοι ; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δʼ ἔμʼ ἐπισταμένοις. εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοι οὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ. καὶ ἄλλο τοιόνδε · μὴ ταχὺς Ἡρακλείτου ἐπʼ…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…ἔγνωσαν αὐτοὺς μάτην ἐπὶ τῇ κιβωτῷ τεθαρσηκότας · ἐτράπησάν τε γὰρ εὐθὺς εἰς χεῖρας ἐλθόντες τῶν πολεμίων καὶ ἀπέβαλον εἰς τρισμυρίους, ἐν οἷς ἔπεσον καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς, ἥ τε κιβωτὸς ἤγετο πρὸς τῶν πολεμίων. Ἀπαγγελθείσης δὲ…
Flavius Josephus, Antiquities of the Jews
-
…. οὗτος δʼ ἐπεβάλετο μὲν ἀθροίζειν τὰς ἐκ τῆς Βακτριανῆς καὶ τῶν ἄλλων σατραπειῶν δυνάμεις, καταταχούμενος δὲ καὶ μετὰ τρισμυρίων Περσῶν τε καὶ μισθοφόρων Ἑλλήνων τὴν φυγὴν εἰς Βάκτρα ποιούμενος ὑπὸ Βήσσου τοῦ Βάκτρων σατράπου κατὰ τὴν ἀναχώρησιν συλληφθεὶς ἐδολοφονήθη…
Diodorus Siculus, Library
-
…νευμάτιον, ἂν οὕτως τύχῃ, ἐκσείσει αὐτόν, Καισαριανοῦ φιλοφροσύνη, ἀρχῆς ἐπιθυμία, κληρονομίας, ἄλλα τούτοις ὅμοια τρισμύρια. μεμνῆσθαι οὖν ἐν τοῖς καθόλου, ὅτι οἱ ἀπόρρητοι λόγοι πίστεως χρείαν ἔχουσι καὶ δογμάτων τοιούτων · ταῦτα δὲ…
Epictetus, Discourses
-
…τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων μύριοι · τούτων δὲ τοὺς πεντακισχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλώτων πεντακισχίλιοι καὶ τρισμύριοι, περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι. προσεχέας δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ…
Herodotus, The Histories
-
…κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκον ἐκ τῆς Ἑλλάδος σύμμαχοι καὶ μισθοφόροι διὰ τῶν στρατηγῶν ἠγμένοι, πεζοὶ μὲν πλείους τρισμυρίων, ἱππεῖς δʼ οὐ πολὺ λείποντες τῶν ἑξακισχιλίων, ἐκομίσθησαν δὲ καὶ πανοπλίαι διαπρεπεῖς πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις ,…
Diodorus Siculus, Library
-
…καὶ πεζῶν, παρεγένετο δὲ καὶ ὁ βασιλεὺς ἐκ τῆς Σαμαρείτιδος οὐκ ὀλίγον πρὸς τῷ πάλαι στρατὸν ἄγων · περὶ τρισμυρίους γὰρ ἦσαν. πάντες δʼ ἐπὶ τὸ Ἱεροσολυμιτῶν ἠθροίζοντο τεῖχος, καὶ διεκάθητο πρὸς τῷ βορείῳ τείχει τῆς πόλεως στρατιᾶς…
Flavius Josephus, Antiquities of the Jews