ἀταξία
ἀταξία, want of discipline, disorderliness
- indiscipline, prop. among soldiers, opp. εὐταξία, Hdt. 6.11, Th. 2.92, X. HG 3.1.9, etc.
- 2 generally, disorder, confusion, ἀ. καὶ ἀκολασία Pl. Cri. 53d; ἀμαθία καὶ ἀ. X. Ath. 1.5; ἀ. καὶ ἀναρχία Arist. Pol. 1302b28; εἰς τάξιν ἤγαγεν ἐκ τῆς ἀ. Pl. Ti. 30a; ἀπὸ τύχης καὶ ἀ. Arist. PA 641b23: in pl., ἀταξιῶν, opp. τῶν ἐν ταῖς κινήσεσι τάξεων, Pl. Lg. 653e.
- 3 c. gen., διαίτης ἀ. irregularity, Hp. Coac. 211; νόμων Aeschin. 3.38.
1 desorden en la formación de soldados, tropas, etc. falta de disciplina Hdt.6.11, Th.2.92, X.HG 3.1.9, Oec.8.9, Aen.Tact.15.2, Plb.3.43.12, D.C.47.21.3
• de pueblos y comunidades desorden, falta de organización
ἀταξία καὶ ἀκολασία
τὴν ἀταξίαν ἀνελών, εἰς τὴν τάξιν ἤγαγον τὴν πόλιν
ἐν δὲ τῷ δήμῳ ἀμαθία ... καὶ ἀ.
ἀ. καὶ ἀναρχία
• en op. al orden cósmico caos, desorden
(τὸ πᾶν) ὁ θεὸς ... εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας
ἐν ᾧ (τῷ οὐρανῷ) ἀπὸ τύχης καὶ ἀταξίας οὐδ' ὁτιοῦν φαίνεται
• desorden, falta de composición del discurso
τὸν Λυσίου λόγον ... τῆς ἀταξίας αἰτιώμενος
• sent. moral desenfreno
σωματικὴ ἀ.
• plu. actos deshonestos
ἀ]ταξίας ἢ ἀσελγίας
2 irregularidad, inestabilidad, anomalía
ἀνέμων
διαίτης
νόμων
περὶ τοὺς καρπούς
γάμων
ἐν τοῖς σφυγμοῖς
- 1want of discipline, disorderliness, properly among soldiers, Hdt., Thuc., etc.
- 2generally disorder, irregularity, Plat., etc.
-
…μὲν τούτων τῶν τόπων ἀπαρεῖς, ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοὺς Κρίτωνος ; ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία, καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες σκευήν τέ τινα περιθέμενος ,…
Plato, Crito
-
…ἐπιθέμενος πάντας τοὺς περιτυγχάνοντας ἔκτεινε κομίζοντας ἐπὶ τῶν ὤμων παντοδαπὰς κατασκευάς · διὰ δὲ τὸ παράδοξον τῆς παρουσίας καὶ τὴν ἀταξίαν καὶ τὴν ταραχὴν τῶν διαφορούντων τὰς κτήσεις εὐχερῶς ἅπαντες ἐχειροῦντο. τέλος δὲ πλειόνων ἢ τετρακισχιλίων φονευθέντων, τῶν μὲν…
Diodorus Siculus, Library
-
…ἔλαβε, καὶ ἀπὸ ἑνὸς κελεύσματος ἐμβοήσαντες ἐπʼ αὐτοὺς ὥρμησαν. οἱ δὲ διὰ τὰ ὑπάρχοντα ἁμαρτήματα καὶ τὴν παροῦσαν ἀταξίαν ὀλίγον μὲν χρόνον ὑπέμειναν, ἔπειτα δὲ ἐτράποντο ἐς τὸν Πάνορμον, ὅθενπερ ἀνηγάγοντο. ἐπιδιώκοντες δὲ οἱ Ἀθηναῖοι τάς…
Thucydides, The Peloponnesian War
-
…ἂν εἴη. τί μήν ; τί οὖν ; πόλεων συστάσεις καὶ φθοράς, καὶ ἐπιτηδεύματα παντοῖα τάξεώς τε καὶ ἀταξίας, καὶ βρώσεως καὶ πωμάτων τε ἅμα καὶ βρωμάτων ἐπιθυμήματα παντοδαπά, πάντως καὶ περὶ πᾶσαν τὴν γῆν ἆρʼ οὐκ…
Plato, Laws
-
…οὕτω τοῦτʼ ἔχειν ἢ οὔ ; ἔστω τοῦτο οὕτω. τάξεως ἄρα καὶ κόσμου τυχοῦσα οἰκία χρηστὴ ἂν εἴη, ἀταξίας δὲ μοχθηρά ; φημί. οὐκοῦν καὶ πλοῖον ὡσαύτως ; ναί. καὶ μὴν καὶ τὰ σώματά φαμεν τὰ ἡμέτερα…
Plato, Gorgias
-
…βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει. πλείων δʼ ἐπιρρέουσα, τῇ παρʼ αὐτῆς θερμότητι κρατήσασα τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσεισεν · καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα γένος κάουσα ἔλυσεν…
Plato, Timaeus
-
…τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι. παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται · παρὰ δὲ τῆς ἔμπροσθεν…
Plato, Statesman
-
…μὲν ἐκ πυρός, ὡς δόξειεν ἄν, ὅλον, τὸ δʼ ἐκ γῆς, καὶ τὸ μὲν γήινον ἐν ἀταξίᾳ, τὸ δʼ ἐκ πυρὸς ἐν τάξει πάσῃ κινούμενον. τὸ μὲν οὖν ἐν ἀταξίᾳ κινούμενον ἄφρον χρὴ νομίζειν ,…
Plato, Epinomis
-
…πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον. θέμις δʼ οὔτʼ ἦν οὔτʼ ἔστιν τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον…
Plato, Timaeus
-
…τὰ δὲ φθεγγόμενα πάσας φωνάς. τὰ μὲν οὖν ἄλλα ζῷα οὐκ ἔχειν αἴσθησιν τῶν ἐν ταῖς κινήσεσιν τάξεων οὐδὲ ἀταξιῶν, οἷς δὴ ῥυθμὸς ὄνομα καὶ ἁρμονία · ἡμῖν δὲ οὓς εἴπομεν τοὺς θεοὺς συγχορευτὰς δεδόσθαι, τούτους εἶναι καὶ…
Plato, Laws