ἑπτακισχίλιοι
ἑπτακισχίλιοι, seven-thousand
- seven thousand, Hdt. 2.43, etc.; ἑπτασχίλιαι (sic) PSI 3.250 (iii/iv A. D.).
Strong 2035
seven thousand: Ro 11:4.†
- seven-thousand, Hdt., etc.
-
…Λακεδαιμονίων δύναμις ἦν. ἥ γε μὴν τῶν πολεμίων ἡθροίσθη Ἀθηναίων μὲν εἰς ἑξακισχιλίους ὁπλίτας, Ἀργείων δʼ ἐλέγοντο περὶ ἑπτακισχιλίους, Βοιωτῶν δʼ, ἐπεὶ Ὀρχομένιοι οὐ παρῆσαν, περὶ πεντακισχιλίους, Κορινθίων γε μὴν εἰς τρισχιλίους, καὶ μὴν…
Xenophon, Hellenica
-
…δὲ τελευτῶν ὁμολογήσας ἔχειν, εἰς δύο παῖδας καὶ ἀδελφὴν λῆμμα καὶ ἀνάλωμα ἐν ὀκτὼ ἔτεσιν ἑπτὰ τάλαντα ἀργυρίου καὶ ἑπτακισχιλίας δραχμὰς ἀποδεῖξαι. καὶ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε οὐκ ἔχων ὅποι τρέψειε τὰ χρήματα, εἰς ὄψον μὲν…
Lysias, Speeches
-
…καὶ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσαντες ἔτυχον τῆς εἰρήνης. ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων. ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Μακεδονικὴν καὶ τὴν Ἰλλυρίδα διήλθομεν, μεταβησόμεθα πρὸς τὰς ἑτερογενεῖς πράξεις. κατὰ…
Diodorus Siculus, Library
-
…τοῖς Θετταλοῖς · μετὰ δὲ ταῦτα τοῦ Λυκόφρονος μεταπεμψαμένου παρὰ τῶν Φωκέων συμμαχίαν ἀπεστάλη Φάυλλος ὁ ἀδελφὸς Ὀνομάρχου μετὰ στρατιωτῶν ἑπτακισχιλίων. ὁ δὲ Φίλιππος τοὺς Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας. Ὀνόμαρχος δʼ ἀναλαβὼν πᾶσαν τὴν δύναμιν καὶ νομίζων…
Diodorus Siculus, Library
-
…, μισθοφόροι δὲ πεντακισχίλιοι, καὶ τούτων ἁπάντων Παρμενίων εἶχε τὴν ἡγεμονίαν. Ὀδρύσαι δὲ καὶ Τριβαλλοὶ καὶ Ἰλλυριοὶ συνηκολούθουν ἑπτακισχίλιοι, τοξοτῶν δὲ καὶ τῶν Ἀγριάνων καλουμένων χίλιοι, ὥστε τοὺς ἅπαντας εἶναι πεζοὺς τρισμυρίους καὶ δισχιλίους. ἱππεῖς δʼ…
Diodorus Siculus, Library
-
…εἰς Θεσσαλονίκειαν ἐνακοσίους ἀποδόντος, πλείους τῶν δισχιλίων φησί. ταῦτα μὲν εὖ, ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους, ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς λέγει χεῖρον πλείους ἢ ἐνακισχιλίους τοὺς ἀπὸ Μασσαλίας, ἀπὸ δὲ Πυρήνης μικρὸν…
Polybius, Histories
-
…Σαούλου παιδὶ παρέμενον · τούτων γὰρ χωρὶς ἡ Ἰούδα φυλὴ τὸν Δαυίδην ἀπέδειξε βασιλέα. ἐκ δὲ τῆς Συμεωνίδος φυλῆς ἑπτακισχίλιοι καὶ ἑκατόν. ἐκ δὲ τῆς Ληουίτιδος τετρακισχίλιοι καὶ ἑπτακόσιοι ἔχοντες ἄρχοντα Ἰώδαμον · μετὰ τούτοις ἦν ὁ ἀρχιερεὺς Σάδωκος…
Flavius Josephus, Antiquities of the Jews
-
…δὲ καταναγκάσαντες ποιήσασθαι διὰ τοῦ Ἐλωρίου πεδίου, πρὸς τῷ Ἀσινάρῳ ποταμῷ περικυκλώσαντες ἀπέκτειναν μὲν μυρίους ὀκτακισχιλίους, ἐζώγρησαν δὲ ἑπτακισχιλίους, ἐν οἷς καὶ τοὺς στρατηγοὺς Δημοσθένην καὶ Νικίαν · οἱ δὲ λοιποὶ διηρπάσθησαν ὑπὸ τῶν στρατιωτῶν. οἱ γὰρ…
Diodorus Siculus, Library
-
…καὶ τῶν πρέσβεων διαλεχθέντων περὶ ὧν εἶχον ἐντολάς, οἱ μὲν Βοιωτοὶ πάντα συνεχώρησαν τοῖς Θετταλοῖς, καὶ δόντες εἰς ἑπτακισχιλίους στρατιώτας τῷ Πελοπίδᾳ συντόμως ἐκέλευον βοηθεῖν αὐτὸν τοῖς δεομένοις · τοῦ δὲ Πελοπίδου ταχέως μετὰ τῆς δυνάμεως ἐξιόντος συνέβη τὸν…
Diodorus Siculus, Library
-
…· ἦσαν δὲ ὡς πεντακόσιοι καὶ πέντε καὶ εἴκοσι. τὸ δὲ τῶν θεραπόντων πλῆθος εἵπετο τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα ἑπτακισχιλίων τριακοσίων τριακονταεπτά, ψάλται δὲ καὶ ψάλτριαι διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι τετρακόσιαι τριακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. ἡγεμὼν…
Flavius Josephus, Antiquities of the Jews