Χάρης
Χάρης, Chares
-
…μὲν ἱππεῖς κατὰ κράτος ἤλαυνον, οἱ δὲ πεζοὶ κατὰ κράτος ἔθεον ὡς δυνατὸν ἐν τάξει, οἷς καὶ ὁ Χάρης σπουδῇ ἐπηκολούθει. ἦν μὲν οὖν τῆς ὥρας μικρὸν πρὸ δύντος ἡλίου · κατελάμβανον δὲ τοὺς ἐν τῷ τείχει πολεμίους…
Xenophon, Hellenica
-
…, εὐκλεέστατος δὲ ἐν τῇ πατρίδι ἔσει, ὀνομαστότατος δὲ καὶ ἐν τοῖς συμμάχοις καὶ πολεμίοις. ὁ μὲν δὴ Χάρης πεισθεὶς ἐθύετο, τῶν δὲ Φλειασίων εὐθὺς οἱ μὲν ἱππεῖς τοὺς θώρακας ἐνεδύοντο καὶ τοὺς ἵππους ἐχαλίνουν, οἱ δὲ…
Xenophon, Hellenica
-
…Χάρητος παρὰ φύσιν βουλομένου ναυμαχεῖν καὶ τῶν περὶ τὸν Ἰφικράτην καὶ Τιμόθεον ἐναντιουμένων διὰ τὸ μέγεθος τοῦ κλύδωνος ὁ μὲν Χάρης ἐπιμαρτυρόμενος τοὺς στρατιώτας διέβαλε τοὺς συνάρχοντας ὡς προδότας καὶ πρὸς τὸν δῆμον ἔγραψε περὶ αὐτῶν ὡς ἐγκαταλελοιπότων ἑκουσίως τὴν ναυμαχίαν…
Diodorus Siculus, Library
-
…οὕτως ἤδη διάκεισθε, ὥστʼ, ἂν μέν τις εἴπῃ παρελθὼν ὅτι Διοπείθης ἐστὶ τῶν κακῶν πάντων αἴτιος, ἢ Χάρης ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν πολιτῶν εἴπῃ τις, εὐθέως φατὲ καὶ θορυβεῖθʼ ὡς ὀρθῶς λέγει · ἂν δὲ…
Demosthenes, Speeches
-
…ἀρετῇ τῆς ἐλευθερίας ἀντίθεσίν τινα ἔχει. καὶ ὡς Ἰφικράτης εἶπεν ἡ γὰρ ὁδός μοι τῶν λόγων διὰ μέσων τῶν Χάρητι πεπραγμένων ἐστίν μεταφορὰ κατʼ ἀναλογίαν, καὶ τὸ διὰ μέσου πρὸ ὀμμάτων ποιεῖ. καὶ τὸ φάναι παρακαλεῖν τοὺς κινδύνους…
Aristotle, Rhetoric
-
…ὅπερ οἱ Ἀθήνησι ῥήτορες ποιοῦσι καὶ Ἰσοκράτης · καὶ γὰρ συμβουλεύων κατηγορεῖ, οἷον Λακεδαιμονίων μὲν ἐν τῷ πανηγυρικῷ, Χάρητος δʼ ἐν τῷ συμμαχικῷ. ἐν δὲ τοῖς ἐπιδεικτικοῖς δεῖ τὸν λόγον ἐπεισοδιοῦν ἐπαίνοις, οἷον Ἰσοκράτης ποιεῖ · ἀεὶ…
Aristotle, Rhetoric
-
…τοσοῦτον ἐφιλοτιμήθησαν ὥστε συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς τὸ Ῥήγιον καὶ τῆς πόλεως κυριεῦσαι. μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχε Χάρης, ἐν Ῥώμῃ δὲ ὕπατοι καθειστήκεσαν Τίτος Μινούνιος καὶ Γάιος Ὁράτιος Πολύειδος, ἤχθη δὲ παρʼ Ἠλείοις Ὀλυμπιὰς ἑβδομηκοστὴ καὶ…
Diodorus Siculus, Library
-
…Μουνιχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου. ὁ δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι ; ὥς φησι Χάρης ὁ στρατηγός, τοῦ προτέρου μηνός, εἴπερ Ἐλαφηβολιών ἐστι Μουνιχιῶνος πρότερος. ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην ,…
Aeschines, Speeches
-
…ἄλλοις τόποις. ἄριστα δὲ ὅ τε τοῦ Ἡλίου κολοσσός, ὅν φησιν ὁ ποιήσας τὸ ἰαμβεῖον ὅτι ἑπτάκις δέκα Χάρης ἐποίει πηχέων ὁ Λίνδιος. κεῖται δὲ νῦν ὑπὸ σεισμοῦ πεσὼν περικλασθεὶς ἀπὸ τῶν γονάτων · οὐκ ἀνέστησαν δʼ αὐτὸν…
Strabo, Geography
-
…Εὔφρονος εἴρηται · ἐγὼ δὲ ἔνθεν εἰς ταῦτα ἐξέβην ἐπάνειμι. ἔτι γὰρ τειχιζόντων τῶν Φλειασίων τὴν Θυαμίαν καὶ τοῦ Χάρητος ἔτι παρόντος Ὠρωπὸς ὑπὸ τῶν φευγόντων κατελήφθη. στρατευσαμένων δὲ πάντων Ἀθηναίων ἐπʼ αὐτὸν καὶ τὸν Χάρητα μεταπεμψαμένων ἐκ τῆς…
Xenophon, Hellenica