Κτήσιππος
Κτήσιππος, Ctesippus
- (ἀθεμίστια εἰδώς, φιλοκέρτομος).
- Patronymic Πολυθερσεΐδης.
- A suitor.
- Dwelt in Same Od. 20.288;
- throws an ox’s foot at the disguised Odysseus Od. 20.292, 303, 304;
- wounds Eumaeus Od. 22.279,
- killed by Philoetius 285.
-
…παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι Ἑρμογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης · ἦν δὲ καὶ Κτήσιππος ὁ Παιανιεὺς καὶ Μενέξενος καὶ ἄλλοι τινὲς τῶν ἐπιχωρίων. Πλάτων δὲ οἶμαι ἠσθένει. ξένοι δέ τινες παρῆσαν ;…
Plato, Phaedo
-
…δʼ ἀλεύατʼ Ὀδυσσεὺς ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον · ὁ δʼ εὔδμητον βάλε τοῖχον. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ · Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ · οὐκ ἔβαλες τὸν ξεῖνον…
Homer, Odyssey
-
…θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς, Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν · ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο…
Homer, Odyssey
-
…μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον · ὁ δʼ εὔδμητον βάλε τοῖχον. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ · Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ · οὐκ ἔβαλες τὸν ξεῖνον · ἀλεύατο γὰρ βέλος αὐτός. ἦ…
Homer, Odyssey
-
…ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα. ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης · Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα · ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε…
Homer, Odyssey
-
…μελίη πέσε χαλκοβάρεια. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν · τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε. τοὶ δʼ αὖτʼ…
Homer, Odyssey
-
…ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι · τύπτεις τὸν κύνα τοῦτον ; καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη · οὐ γὰρ δύναμαι σέ. οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη ,…
Plato, Euthydemus
-
…ἀποδείξαις πώποτε ἀκούσας οὐδενὸς ἀντιλέγοντος ἑτέρου ἑτέρῳ. ἀληθῆ λέγεις ; ἔφη · ἀλλὰ ἀκούων μὲν νυνί σοι ἀποδείκνυμι ἀντιλέγοντος Κτησίππου Διονυσοδώρῳ. ἦ καὶ ὑπόσχοις ἂν τούτου λόγον ; πάνυ, ἔφη. τί οὖν ; ἦ δʼ ὅς ·…
Plato, Euthydemus
-
…; οὐκ ἔγωγε, ἔφη, ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ συγγράφειν. οὐχ ὑγιαίνει, ἔφη ὁ Κτήσιππος, ἀλλὰ ληρεῖ τε καὶ μαίνεται. καὶ ἐγὼ εἶπον · ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι ἀκοῦσαι…
Plato, Lysis
-
…πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι, καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων. καὶ ὁ Κτήσιππος, Θαυμάσιά γε λέγετʼ, ἔφη, ὦ ἄνδρες θούριοι εἴτε Χῖοι εἴθʼ ὁπόθεν καὶ ὅπῃ χαίρετον ὀνομαζόμενοι · ὡς…
Plato, Euthydemus