Μακεδονικός
Μακεδονικός, Macedonian
-
…ἀσθένειαν οὐδὲν αἰσχρὸν ἐνόμιζον ἀπεῖναι τὸ κατὰ σφᾶς τῆς βοηθείας. Ἀθηναῖοι δὲ μάλιστα μὲν τῶν Ἑλλήνων ἀπειρήκεσαν μήκει τοῦ Μακεδονικοῦ πολέμου καὶ προσπταίοντες τὰ πολλὰ ἐν ταῖς μάχαις, ἐξιέναι δὲ ὅμως ὥρμηντο ἐς τὰς Θερμοπύλας σὺν τοῖς ἐλθοῦσι τῶν…
Pausanias, Description of Greece
-
…Σκήψιος οὔτε τὴν τούτου δόξαν ἔοικεν ἀποδεξάμενος οὔτε τῶν περὶ τὴν Παλλήνην τοὺς Ἁλιζώνους ὑπολαβόντων, ὧν ἐμνήσθημεν ἐν τοῖς Μακεδονικοῖς. ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένην νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις νομίσειεν, ἐπαινεῖ δὲ…
Strabo, Geography
-
…Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτῳ · παρὰ Θουκυδίδῃ δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν ᾗ Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν · διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ…
Strabo, Geography
-
…ὑπὲρ τούτων δʼ ἤδη οἱ Θετταλοὶ καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρνᾶνες καί τινα τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν · δεῖ δέ, ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥςπερ ταινίας τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἀνατολὰς…
Strabo, Geography
-
…παρεσκευάζετο δύναμιν ἀξιόλογον. ἅμα δὲ καὶ πρὸς Περδίκκαν τὸν βασιλέα τῶν Μακεδόνων ἀλλοτρίως διακείμενος, ἔκρινε κατάγειν ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν Ἀμύνταν τὸν Φιλίππου. διʼ ἀμφοτέρας οὖν τὰς προειρημένας αἰτίας ἦν ἀναγκαῖον αὐτῷ συστήσασθαι δύναμιν ἀξιόλογον. ὡς δʼ…
Diodorus Siculus, Library
-
…δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν · πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς ; τόδε ; τὸ εἶδος. Κεφ. βʼ. ΞΕΝΟΦΑΝΗΣ Ξενοφάνης…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…εἶναι φανέντα ἢ κατά τι μάντευμα ἢ παρά του διδαχθεὶς τῶν Θρᾳκῶν · δεξιώτερον γὰρ τά τε ἄλλα ἐδόκει τοῦ Μακεδονικοῦ τὸ ἔθνος εἶναι πάλαι τὸ Θρᾴκιον καὶ οὐχ ὁμοίως ἐς τὰ θεῖα ὀλίγωρον. εἰσὶ δʼ οἳ καὶ αὐτῷ θυγατέρας…
Pausanias, Description of Greece
-
…εἰρήνης. ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων. ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Μακεδονικὴν καὶ τὴν Ἰλλυρίδα διήλθομεν, μεταβησόμεθα πρὸς τὰς ἑτερογενεῖς πράξεις. κατὰ γὰρ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος…
Diodorus Siculus, Library
-
…ἀλλὰ καὶ τὰ τῆς ἰδίας ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδʼ οἰκείως οὐδʼ ὡς οἴεταί τις. ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις ἐν μὲν προσθήκης μέρει ῥοπὴν ἔχει τινὰ καὶ χρῆσιν, αὐτὴ δὲ καθʼ αὑτὴν ἀσθενής ἐστι καὶ πρὸς τηλικοῦτον…
Demosthenes, Speeches
-
…λεχθῆναι, τοῦ χρόνου, καθʼ ὃν ἐλήφθησαν, συνάγοντος αὐτὰ ἐς τέλος, προαναγράψαι καὶ ὑποθεῖναι αὐτὰ τῇ ὁμόρῳ Μακεδονικῇ .…
Appian, The Civil Wars