εὐδαιμονία
εὐδαιμονία, prosperity, good fortune, wealth, weal, happiness
- prosperity, good fortune, opulence, h.Hom. 11.5, Pi. N. 7.56, Hdt. 1.5, 32, Hp. Ep. 11 (v.l.), etc.; χρημάτων προσόδῳ καὶ τῇ ἄλλῃ εὐ. Th. 2.97; of countries, Hdt. 5.28, 7.220, etc.; μοῖρʼ εὐδαιμονίας Pi. P. 3.84: pl., E. IA 591 (anap.), Pl. Phd. 115d.
- 2 true, full happiness, εὐ. οὐκ ἐν βοσκήμασιν οἰκεῖ οὐδʼ ἐν χρυσῷ Democr. 171; εὐ. ψυχῆς, opp. κακοδαιμονίη, Id. 170, cf. Pl. Def. 412d, Arist. EN 1095a18, Zeno Stoic. 1.46, etc.
- b personified as a divinity, SIG 985.8 (Philadelphia).
1. welvaart, rijkdom:
2. voorspoed, geluk:
- 1good fortune τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται P. 3.84 φαντί γε μὰν οὕτω κʼ ἀνδρὶ παρμονίμαν θάλλοισαν εὐδαιμονίαν τὰ καὶ τὰ φέρεσθαι P. 7.21 τυχεῖν δʼ ἕν ἀδύνατον εὐδαιμονίαν ἅπασαν ἀνελόμενον N. 7.56
- prosperity, good fortune, wealth, weal, happiness, Hhymn., Hdt., Attic
-
…ἄλλων ἁπάντων ζῴων ; πάντως δήπου, ἐάντε σὺ καὶ Ἄνυτος οὐ φῆτε ἐάντε φῆτε · πολλὴ γὰρ ἄν τις εὐδαιμονία εἴη περὶ τοὺς νέους εἰ εἷς μὲν μόνος αὐτοὺς διαφθείρει, οἱ δʼ ἄλλοι ὠφελοῦσιν. ἀλλὰ γάρ, ὦ…
Plato, Apology
-
…ἄλλους μυρίους ἄν τις εἴποι καὶ ἄνδρας καὶ γυναῖκας, οἷς ἐκεῖ διαλέγεσθαι καὶ συνεῖναι καὶ ἐξετάζειν ἀμήχανον ἂν εἴη εὐδαιμονίας ; πάντως οὐ δήπου τούτου γε ἕνεκα οἱ ἐκεῖ ἀποκτείνουσι · τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν…
Plato, Apology
-
…τὴν ἐξ ἀρχῆς προαίρεσιν. περὶ ἀρετῆς δὲ ἐπισκεπτέον ἀνθρωπίνης δῆλον ὅτι · καὶ γὰρ τἀγαθὸν ἀνθρώπινον ἐζητοῦμεν καὶ τὴν εὐδαιμονίαν ἀνθρωπίνην. ἀρετὴν δὲ λέγομεν ἀνθρωπίνην οὐ τὴν τοῦ σώματος ἀλλὰ τὴν τῆς ψυχῆς · καὶ τὴν εὐδαιμονίαν δὲ ψυχῆς…
Aristotle, Nicomachean Ethics
-
…ἅπαντα γὰρ ὑπάρχει ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις · ταύτας δέ, ἢ μίαν τούτων τὴν ἀρίστην, φαμὲν εἶναι τὴν εὐδαιμονίαν. φαίνεται δʼ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη, καθάπερ εἴπομεν · ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ…
Aristotle, Nicomachean Ethics
-
…οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν Καμπανοὶ παρʼ Ἀγαθοκλεῖ μισθοφοροῦντες καὶ πάλαι περὶ τὸ κάλλος καὶ τὴν λοιπὴν εὐδαιμονίαν τῆς πόλεως ὀφθαλμιῶντες ἅμα τῷ λαβεῖν καιρὸν εὐθὺς ἐπεχείρησαν παρασπονδεῖν · παρεισελθόντες δʼ ὡς φίλιοι καὶ κατασχόντες τὴν πόλιν οὓς…
Polybius, Histories
-
…εὐδαίμων τότε ἐπειδὰν ἀποθάνῃ ; ἢ τοῦτό γε παντελῶς ἄτοπον, ἄλλως τε καὶ τοῖς λέγουσιν ἡμῖν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν ; εἰ δὲ μὴ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα, μηδὲ Σόλων τοῦτο βούλεται, ἀλλʼ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς…
Aristotle, Nicomachean Ethics
-
…θεοὺς μακαρίζομεν καὶ εὐδαιμονίζομεν καὶ τῶν ἀνδρῶν τοὺς θειοτάτους μακαρίζομεν. ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν · οὐδεὶς γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιον, ἀλλʼ ὡς θειότερόν τι καὶ βέλτιον μακαρίζει. δοκεῖ δὲ καὶ Εὔδοξος καλῶς συνηγορῆσαι περὶ…
Aristotle, Nicomachean Ethics
-
…καὶ τὴν εὐδαιμονίαν ἀνθρωπίνην. ἀρετὴν δὲ λέγομεν ἀνθρωπίνην οὐ τὴν τοῦ σώματος ἀλλὰ τὴν τῆς ψυχῆς · καὶ τὴν εὐδαιμονίαν δὲ ψυχῆς ἐνέργειαν λέγομεν. εἰ δὲ ταῦθʼ οὕτως ἔχει, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν εἰδέναι πως τὰ περὶ…
Aristotle, Nicomachean Ethics
-
…τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε, μεταγνόντα τε καὶ ἐννώσαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον, γενόμενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω, ζῶντα πυρὶ διδοίη, πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν…
Herodotus, The Histories
-
…ἰὼ γενεαὶ βροτῶν, ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ. τίς γάρ, τίς ἀνὴρ πλέον τᾶς εὐδαιμονίας φέρει ἢ τοσοῦτον ὅσον δοκεῖν καὶ δόξαντʼ ἀποκλῖναι ; τὸν σόν τοι παράδειγμʼ ἔχων, τὸν σὸν δαίμονα, τὸν…
Sophocles, Oedipus Tyrannus