κατάφρακτος
κατάφρακτος, shut up, confined
- covered, shut up, ἐν δεσμῷ S. Ant. 958 (lyr., in old Att. form κατάφαρκτος); πλοῖα κ. decked vessels, Th. 1.10 codd., cf. Plb. 1.20.13; ἔν τε ταῖς ἀφράκτοις καὶ ταῖς κ. ναυσί IG 12(1).41 (Rhodes, i B.C.); ἡ κ. ἵππος cavalry clad in full armour, mailed, Plb. 30.25.9, cf. Arr. Tact. 4.1, 19.4; ἱππεῖς Plu. Crass. 21; τὰ κ. coat of mail, PMagd. 13.6 (iii B.C.): metaph., encased in ignorance of the future, ψυχαί Ion Trag. 6.
- shut up, confined, Soph.; πλοῖα κ. decked vessels, Thuc. from καταφράσσω
-
…καὶ τῶν μάλιστα ἐν τέλει, ἄλλως τε καὶ μέλλοντας πέλαγος περαιώσεσθαι μετὰ σκευῶν πολεμικῶν, οὐδʼ αὖ τὰ πλοῖα κατάφαρκτα ἔχοντας, ἀλλὰ τῷ παλαιῷ τρόπῳ λῃστικώτερον παρεσκευασμένα. πρὸς τὰς μεγίστας δʼ οὖν καὶ ἐλαχίστας ναῦς τὸ μέσον σκοποῦντι…
Thucydides, The Peloponnesian War
-
…ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν. ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος, Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ. οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίοις…
Sophocles, Antigone
-
…ὅταν ἀποθάνωσιν ἐν ταῖς μάχαις φανεροὶ γένωνται τοῖς ὑπεναντίοις Ὅτι Γέλωνος ἐπαγγελλομένου τοῖς Ἕλλησι δισμυρίοις πεζοῖς, διακοσίαις δὲ ναυσὶ καταφράκτοις βοηθήσειν, ἐὰν αὐτῷ τῆς ἡγεμονίας ἢ τῆς κατὰ γῆν ἢ τῆς κατὰ θάλατταν παραχωρήσωσι, φασὶ τοὺς προκαθημένους ἐν…
Polybius, Histories
-
…τὸν Φίλιππον. Ὁ δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρήστως διέκειτο περὶ τοῦ μέλλοντος. οὐκ ἐπιδεχομένων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν…
Polybius, Histories
-
…καὶ τριημιολίαι τρεῖς, λέμβοι δὲ πέντε καὶ εἴκοσι καὶ τὰ τούτων πληρώματα · ἐν δὲ τῇ πρὸς Ῥοδίους διεφθάρησαν κατάφρακτοι μὲν δέκα, λέμβοι δὲ περὶ τετταράκοντα τὸν ἀριθμόν · ἥλωσαν δὲ δύο τετρήρεις καὶ λέμβοι σὺν τοῖς πληρώμασιν ἑπτά…
Polybius, Histories
-
…ἑτοίμως αὐτῷ συνεργοῦντος Περιγένους τοῦ ναυάρχου · τοῦτον γὰρ ἐπὶ τῶν ναυτικῶν δυνάμεων ἐξαπέστειλαν οἱ περὶ τὸν Πτολεμαῖον, ἔχοντα καταφράκτους μὲν ναῦς τριάκοντα, φορτηγοὺς δὲ πλείους τῶν τετρακοσίων. Νικόλαος δὲ τὸ μὲν γένος ὑπῆρχεν Αἰτωλός, τριβὴν δὲ…
Polybius, Histories
-
…χρόνους. διὸ παρασκευασάμενοι, καθάπερ εἶπον, εἰς τὴν ἐπιφερομένην θερείαν ἀνήχθησαν Ῥωμαῖοι μὲν τριάκοντα καὶ τριακοσίαις μακραῖς ναυσὶ καταφράκτοις καὶ κατέσχον εἰς Μεσσήνην. ὅθεν ἀναχθέντες ἔπλεον δεξιὰν ἔχοντες τὴν Σικελίαν, κάμψαντες δὲ τὸν Πάχυνον ὑπερῆραν εἰς Ἔκνομον…
Polybius, Histories
-
…ἡγεμόνας ἐκτάξαντας τὴν δύναμιν ἀπαριθμεῖν ἑκάστῳ τἀργύριον. οἱ δέ, ὥσπερ ἔθος, ἀποκαλύψαντες τὰ ὅπλα θήκαις ἐσκεπασμένα τέως κατάφρακτοι προῄεσαν καὶ τοὺς ἵππους ἄγοντες οἱ ἱππεῖς κεκοσμημένους. ἐπὶ πλεῖστον δὲ τὰ πρὸ τῆς πόλεως ἀργύρῳ καὶ χρυσῷ περιελάμπετο…
Flavius Josephus, Jewish War
-
…στρατὸς ἀγήγερτο · Μιθριδάτῃ δὲ τὸ μὲν οἰκεῖον ἦν μυριάδες πεζῶν πέντε καὶ εἴκοσι καὶ ἱππεῖς τετρακισμύριοι, καὶ νῆες κατάφρακτοι τριακόσιαι, δίκροτα δὲ ἑκατόν, καὶ ἡ ἄλλη παρασκευὴ τούτων κατὰ λόγον, στρατηγοὶ δὲ Νεοπτόλεμός τε καὶ Ἀρχέλαος…
Appian, The Mithridatic Wars
-
…καὶ παρὰ Καρχηδονίων αὐτῷ τισὶ δοθείσαις καὶ συμμαχίσιν ἄλλαις ἐς Πειραιᾶ κατήχθη, καὶ τὸν ὑπʼ Ἀτιλίῳ στόλον παραλαβὼν ἔπλει καταφράκτοις ὀγδοήκοντα καὶ μιᾷ, ἑπομένου καὶ Εὐμένους πεντήκοντα ἰδίαις · καὶ ἦν κατάφρακτον καὶ τῶνδε τὸ ἥμισυ. ἔς τε…
Appian, The Syrian Wars