κατόρθωμα
κατόρθωμα, success
- success, opp. εὐτύχημα, Arist. MM 1199a13, cf. Plb. 1.19.12, Str. 15.1.54, D.S. 13.22, Plu. Mar. 10; of literary style, Longin. 33.1, 36.2: pl., opp. ἀποτεύγματα, Phld. Vit. p.35 J.; v.l. for διορθ-, Act.Ap. 24.2 (pl.).
- 2 that which is done rightly, virtuous action, in pl., opp. ἁμαρτήματα, Chrysipp.Stoic. 2.295, al., cf. IG 5(2).268.15 (Mantinea, i B.C.), etc.; τῶν καθηκόντων τὰ τέλεια, = τὰ κ., Stoic. 3.134.
- 3 perfection, τέλος καὶ πέρας καὶ κ. Herm. in Phdr. p.173 A., cf. S.E. M. 9.16.
- 4 Gramm., correct use, opp. βαρβαρισμός, Ph. 1.124.
Bei den Stoikern die vollkommenen Pflichten, recte factum, Cic. fin. 3.7, offic. 1.3 ; Ggstz ἁμαρτήματα Sext.Emp. adv.phys. 1.16.
Strong 2735
-
…εἰς Θήβας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου · συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων. Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν…
Polybius, Histories
-
…ὁπλίταις, ποιούμενος δὲ μάχας ἐξ ὑποστροφῆς καὶ τάξει φιλοτέχνῳ χρώμενος διέσωσε τὸ στρατόπεδον. αἰεὶ δὲ μᾶλλον διὰ τῶν κατορθωμάτων αὔξων τὴν ἰδίαν εὐδοξίαν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρά τε τοῖς πολίταις καὶ τοῖς συμμάχοις. οἱ δὲ Θηβαῖοι τοὺς τότε…
Diodorus Siculus, Library
-
…τὸν ὀφθαλμὸν ἀκοντίου στύρακι παίων τις ἀνεῖλεν, οἱ δʼ ἄλλοι Πέρσαι προέμενοι τὸν νεκρὸν ἔφευγον. ἐγνώσθη δὲ τοῦ κατορθώματος τὸ μέγεθος τοῖς Ἕλλησιν οὐκ ἀπὸ τῶν νεκρῶν τοῦ πλήθους, ὀλίγοι γὰρ οἱ πεσόντες ἦσαν, ἀλλὰ τῷ πένθει…
Plutarch, Aristides
-
…τῆς πόλεως σταδίων καὶ παραταξαμένους ἐπιεικῶς πολὺν χρόνον. ἔνθα κρατήσας Ἡρώδης καὶ πολλοὺς αὐτῶν ἀποκτείνας αὖθις εἰς μνήμην τοῦ κατορθώματος ἔκτισεν τὸ χωρίον καὶ βασιλείοις πολυτελεστάτοις ἐκόσμησεν καὶ ἀκρόπολιν ὀχυρωτάτην ἀνεδείματο Ἡρώδειόν τε ἐκάλεσεν ἀπὸ ἑαυτοῦ. τηνικαῦτά γε μὴν…
Flavius Josephus, Jewish War
-
…Ἱεριχοῦντος καὶ ἐκ τῆς ἄλλης χώρας, οἱ μὲν διὰ μῖσος τὸ πρὸς Ἀντίγονον, οἱ δὲ ἐπὶ τοῖς αὐτοῦ κατορθώμασιν κεκινημένοι · τούς γε μὴν πολλοὺς ἐνῆγεν ἐπιθυμία μεταβολῆς ἄλογος. καὶ ὁ μὲν ἠπείγετο συμβαλεῖν, οἱ δὲ περὶ…
Flavius Josephus, Jewish War
-
…αὐτοὺς ἁλόντας. εἴτʼ οὖν τἀσφαλές τις σκοποίη, χρῆναι τοὺς ὑφʼ ἑαυτῶν ἀναλισκομένους ἐᾶν, εἴτε τὸ εὐκλεέστερον τοῦ κατορθώματος, οὐ δεῖν τοῖς οἴκοι νοσοῦσιν ἐπιχειρεῖν · ῥηθήσεσθαι γὰρ εὐλόγως οὐκ αὐτῶν τὴν νίκην ἀλλὰ τῆς στάσεως. Ταῦτα…
Flavius Josephus, Jewish War
-
…διήρπασαν τὴν χώραν καὶ πολλὰ μὲν ἔλαβον ὑποζύγια, τρισχιλίους δὲ ἀνθρώπους ἀπέκτειναν. Ἀμασίας δὲ τῇ νίκῃ καὶ τοῖς κατορθώμασιν ἐπαρθεὶς τὸν μὲν τούτων αἴτιον θεὸν αὐτῷ γενόμενον ὑπερορᾶν ἤρξατο, οὓς δʼ ἐκ τῆς Ἀμαληκιτῶν χώρας ἐκόμισεν, τούτους…
Flavius Josephus, Antiquities of the Jews
-
…Φιλίππου φονεῖς ἅπαντας τετευχέναι τιμωρίας. τεκμήρια δʼ ἔσεσθαι τῆς ἐκ τοῦ θεοῦ γενέσεως τὸ μέγεθος τῶν ἐν ταῖς πράξεσι κατορθωμάτων · καὶ γὰρ πρότερον ἀήττητον αὐτὸν γεγονέναι καὶ μετὰ ταῦτʼ ἔσεσθαι διὰ παντὸς ἀνίκητον. ὁ δʼ Ἀλέξανδρος ἡσθεὶς ἐπὶ…
Diodorus Siculus, Library
-
…ἄρα ὁ Ἀγησίλαος πόλεώς τε εὐδαιμονεστέρας ἢ Ἀγαμέμνων βασιλεὺς εἶναι καὶ ἄρχειν τῆς Ἑλλάδος πάσης ὁμοίως ἐκείνῳ, τό τε κατόρθωμα ἐπιφανέστερον ἔσεσθαι βασιλέα κρατήσαντα Ἀρταξέρξην εὐδαιμονίαν κτήσασθαι τὴν Περσῶν ἢ ἀρχὴν καθελεῖν τὴν Πριάμου. θύοντος δὲ αὐτοῦ Θηβαῖοι σὺν…
Pausanias, Description of Greece
-
…, τῶν δʼ ἄλλων Ἑλλήνων μηδένα. καὶ γὰρ τὸ πλῆθος τῶν πεσόντων μαρτυρεῖ καὶ τὰ μνήματα κοινὸν γενέσθαι τὸ κατόρθωμα · καὶ τὸν βωμὸν οὐκ ἂν ἐπέγραψαν οὕτως, εἰ μόναι τρεῖς πόλεις ἠγωνίσαντο, τῶν ἄλλων ἀτρέμα καθεζομένων ·…
Plutarch, Aristides