παραπλέω
παραπλέω, to sail by
- sail by or past, abs., οἴη δὴ κείνῃ γε παρέπλω . . Ἀργώ was the only ship that sailed through that way, Od. 12.69, cf. X. An. 5.1.11; ἐν χρῷ παραπλέοντες sailing close in, Th. 2.84, cf. 90; π. παρὰ τὰς πρῴρας τῶν νεῶν Hdt. 7.100; π. τὴν Ἔφεσον sail past Ephesus, Act.Ap. 20.16.
- 2 coast by or along, ὃς τῆς Ἀττικῆς ταῦτα μὴ -πέπλωκε Hdt. 4.99, cf. Isoc. 15.123; ἐς Σικυῶνα Th. 1.111; ἐνθένδε μὲν εἰς Σινώπην π., ἐκ Σινώπης δὲ εἰς Ἡράκλειαν X. An. 5.6.10, cf. D. 35.31; ἐκεῖθεν X. HG 5.4.61; π. ἀπὸ κάλω, v. κάλως.
- 3 metaph., π. τὰς συμφοράς sail past, escape them, Amphis 3.4.
1. (voorbij)varen:
2. met acc. langs ... varen:
Strong 3896
*
to sail by or past: c. acc., Ac 20:16.†
- 1to sail by or past, absol., οἴη δὴ κείνῃ γε παρέπλω Ἀργώ was the only ship that sailed past or through that way, Od.; ἐν χρῷ παραπλέοντες sailing past so as to shave closely, Thuc.
- 2to sail along the coast, c. acc. loci, of persons making a coasting voyage, Hdt.
-
…τε αὑτοῦ νηὶ καὶ ἄλλῃ ἐκ Νοτίου εἰς τὸν λιμένα τῶν Ἐφεσίων εἰσπλεύσας παρʼ αὐτὰς τὰς πρῴρας τῶν Λυσάνδρου νεῶν παρέπλει. ὁ δὲ Λύσανδρος τὸ μὲν πρῶτον ὀλίγας τῶν νεῶν καθελκύσας ἐδίωκεν αὐτόν, ἐπεὶ δὲ οἱ Ἀθηναῖοι τῷ Ἀντιόχῳ…
Xenophon, Hellenica
-
…ἐν Στράτῳ μάχης ναυμαχῆσαι πρὸς Φορμίωνα καὶ τὰς εἴκοσι ναῦς τῶν Ἀθηναίων αἳ ἐφρούρουν ἐν Ναυπάκτῳ. ὁ γὰρ Φορμίων παραπλέοντας αὐτοὺς ἔξω τοῦ κόλπου ἐτήρει, βουλόμενος ἐν τῇ εὐρυχωρίᾳ ἐπιθέσθαι. οἱ δὲ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἔπλεον μὲν…
Thucydides, The Peloponnesian War
-
…Βιθυνοὺς Θρᾷκας, ἀστυγείτονας ὄντας. Ἀλκιβιάδης δὲ λαβὼν τῶν τε ὁπλιτῶν ὀλίγους καὶ τοὺς ἱππέας, καὶ τὰς ναῦς παραπλεῖν κελεύσας, ἐλθὼν εἰς τοὺς Βιθυνοὺς ἀπῄτει τὰ τῶν Καλχηδονίων χρήματα · εἰ δὲ μή, πολεμήσειν ἔφη αὐτοῖς .…
Xenophon, Hellenica
-
…δʼ ἐν τῇ Κυλλήνῃ Πελοποννήσιοι, ἐν τούτῳ ἐν ᾧ οἱ Ἀθηναῖοι περὶ Κρήτην κατείχοντο, παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν, οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων προσεβεβοηθήκει. παρέπλευσε δὲ καὶ ὁ Φορμίων…
Thucydides, The Peloponnesian War
-
…ἀνελόμενοι ἐς Μολύκρειον ἀπέπλεον, καὶ τροπαῖον στήσαντες ἐπὶ τῷ Ῥίῳ καὶ ναῦν ἀναθέντες τῷ Ποσειδῶνι ἀνεχώρησαν ἐς Ναύπακτον. παρέπλευσαν δὲ καὶ οἱ Πελοποννήσιοι εὐθὺς ταῖς περιλοίποις τῶν νεῶν ἐκ τῆς Δύμης καὶ Πατρῶν ἐς Κυλλήνην τὸ Ἠλείων ἐπίνειον ·…
Thucydides, The Peloponnesian War
-
…ἀπέπλευσαν εἰς Νότιον, κἀκεῖ θάψαντες αὐτοὺς ἔπλεον εὐθὺ Λέσβου καὶ Ἑλλησπόντου. ὁρμοῦντες δὲ ἐν Μηθύμνῃ τῆς Λέσβου εἶδον παραπλεούσας ἐξ Ἐφέσου τὰς Συρακοσίας ναῦς πέντε καὶ εἴκοσι · καὶ ἐπʼ αὐτὰς ἀναχθέντες τέτταρας μὲν ἔλαβον αὐτοῖς ἀνδράσι, τὰς…
Xenophon, Hellenica
-
…πόλιν περιεποίησε καὶ ἀπὸ τούτου τοῦ τολμήματος πρῶτος τῶν κατὰ τὸν πόλεμον ἐπῃνέθη ἐν Σπάρτῃ. οἱ δὲ Ἀθηναῖοι ἄραντες παρέπλεον, καὶ σχόντες τῆς Ἠλείας ἐς Φειὰν ἐδῄουν τὴν γῆν ἐπὶ δύο ἡμέρας καὶ προσβοηθήσαντας τῶν ἐκ τῆς κοίλης Ἤλιδος…
Thucydides, The Peloponnesian War
-
…θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ…
Homer, Odyssey
-
…τὰς ἄριστα πλεούσας, ὅπως, εἰ ἄρα νομίσας ἐπὶ τὴν Ναύπακτον αὐτοὺς πλεῖν ὁ Φορμίων καὶ αὐτὸς ἐπιβοηθῶν ταύτῃ παραπλέοι, μὴ διαφύγοιεν πλέοντα τὸν ἐπίπλουν σφῶν οἱ Ἀθηναῖοι ἔξω τοῦ ἑαυτῶν κέρως, ἀλλʼ αὗται αἱ νῆες περικλῄσειαν .…
Thucydides, The Peloponnesian War
-
…παρὰ τὴν γῆν · καὶ ὁ πεζὸς ἅμα τῶν Μεσσηνίων παρεβοήθει. ἰδόντες δὲ οἱ Πελοποννήσιοι κατὰ μίαν ἐπὶ κέρως παραπλέοντας καὶ ἤδη ὄντας ἐντὸς τοῦ κόλπου τε καὶ πρὸς τῇ γῇ, ὅπερ ἐβούλοντο μάλιστα, ἀπὸ σημείου ἑνὸς ἄφνω…
Thucydides, The Peloponnesian War