πρηνής
πρηνής, with the face downwards, head-foremost (LSJ πρανής)
-ές
[προ- 1 + ἠν-, face. Cf. ἀπηνής, ὑπηνήτης. With the face forward.]
On the face or belly, prone (opposed to ὕπτιος): ἤριπε πρηνής Il. 5.58. Cf. Il. 2.418, Il. 4.544, Il. 6.43, 307, Il. 11.179, Il. 12.396, Il. 15.543, Il. 16.310, 379, 413, 579, Il. 17.300, Il. 21.118, Il. 23.25, Il. 24.11: Od. 5.374, Od. 22.296.
Of inanimate objects, to utter ruin or destruction: πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον Il. 2.414.
Strong 4248
**
headlong, prone: Ac 1:18.†
- Iwith the face downwards, head-foremost, Lat. pronus, opp. to ὕπτιος (Lat. supinus), Il., Hes.
- IIof the sides of hills, πρὸς κατὰ πρανοῦς down hill, Xen.; κατὰ τὰ πρανῆ Xen.
-
…αὐτὼ μὲν ἐβήτην πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο, αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα · πὰρ δέ οἱ ἔστη Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος. Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν…
Homer, Iliad
-
…αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν · ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς · τῶν δὲ φρένες…
Homer, Odyssey
-
…δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας ἐν κονίῃς · οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους ,…
Homer, Iliad
-
…στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε · ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ κάππεσʼ · ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα. Φυλεΐδης δʼ…
Homer, Iliad
-
…ἐρυσσάμενος ξίφος ὀξὺ τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω δῦ ξίφος ἄμφηκες · ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. τὸν δʼ Ἀχιλεὺς ποταμόνδε λαβὼν…
Homer, Iliad
-
…Ἀγαμέμνων · Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον ·…
Homer, Iliad
-
…· τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε ὕπτιος, ἄλλοτε δὲ πρηνής · τοτὲ δʼ ὀρθὸς ἀναστὰς δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός · οὐδέ μιν ἠὼς φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας…
Homer, Iliad
-
…εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο · πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων, ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ…
Homer, Iliad
-
…πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον · πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, ἀλλʼ ὅ γε δέκτο…
Homer, Iliad
-
…σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν · αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα πρόσσω ἱεμένη · ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη. τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων συλήσειν · Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε πᾶσι μάλα, πρῶτον δʼ…
Homer, Iliad