προσβοηθέω
προσβοηθέω, to come to aid, come up with succour
- come to aid, abs., ναυσὶ π. Th. 2.25, cf. 6.66, 69, etc.; δέκα ναυσὶν ἐκ τῶν Ἀθηνῶν with ten ships . ., Id. 8.23; στρατιᾷ καὶ ἵπποις v.l. in X. HG 1.3.5; προσβωθῆσαι ἐς τὴν Βοιωτίην v.l. in Hdt. 8.144; οἷ αὐτοῖς ὁ στρατὸς προσεβεβοηθήκει Th. 1.50.
- to come to aid, come up with succour, προσβωθῆσαι ἐς τὴν Βοιωτίην Hdt.: absol., Thuc.
-
…εἶδον, θαρσήσαντες τοῖς τε προσγιγνομένοις καὶ ὅτι πρότερον οὐχ ἥσσηντο, ἐπιτίθενται αὖθις μετὰ τῶν Χαλκιδέων ἱππέων καὶ τῶν προσβοηθησάντων τοῖς Ἀθηναίοις · καὶ ἀναχωροῦσι πρὸς τὰς δύο τάξεις ἃς κατέλιπον παρὰ τοῖς σκευοφόροις. καὶ ὁπότε μὲν ἐπίοιεν οἱ…
Thucydides, The Peloponnesian War
-
…ἐτράποντο, καὶ τῶν πλείστων ἐκράτησαν ὥστε προσκομίσαι πρὸς τὰ Σύβοτα, οἷ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν βαρβάρων προσεβεβοηθήκει · ἔστι δὲ τὰ Σύβοτα τῆς Θεσπρωτίδος λιμὴν ἐρῆμος. τοῦτο δὲ ποιήσαντες αὖθις ἁθροισθέντες ἐπέπλεον τοῖς Κερκυραίοις. οἱ…
Thucydides, The Peloponnesian War
-
…Θεσσαλοῖς μετʼ αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας, ἐν ᾗ οὐκ ἔλασσον ἔσχον οἱ Ἀθηναῖοι καὶ Θεσσαλοί, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί · ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν…
Thucydides, The Peloponnesian War
-
…κινδύνου, ἢν δέῃ. οἱ δʼ ἐν ταῖς ἑκατὸν ναυσὶ περὶ Πελοπόννησον Ἀθηναῖοι καὶ Κερκυραῖοι μετʼ αὐτῶν πεντήκοντα ναυσὶ προσβεβοηθηκότες καὶ ἄλλοι τινὲς τῶν ἐκεῖ ξυμμάχων ἄλλα τε ἐκάκουν περιπλέοντες καὶ ἐς Μεθώνην τῆς Λακωνικῆς ἀποβάντες τῷ τείχει προσέβαλον ὄντι…
Thucydides, The Peloponnesian War
-
…καὶ ὕστερον αἵ τε νῆες περιπλεύσασαι ἀναλαμβάνουσιν αὐτοὺς καὶ ἐξανάγονται ἐκλιπόντες Φειάν, καὶ τῶν Ἠλείων ἡ πολλὴ ἤδη στρατιὰ προσεβεβοηθήκει. παραπλεύσαντες δὲ οἱ Ἀθηναῖοι ἐπὶ ἄλλα χωρία ἐδῄουν. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον Ἀθηναῖοι τριάκοντα ναῦς ἐξέπεμψαν…
Thucydides, The Peloponnesian War
-
…κατείχοντο, παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν, οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων προσεβεβοηθήκει. παρέπλευσε δὲ καὶ ὁ Φορμίων ἐπὶ τὸ Ῥίον τὸ Μολυκρικὸν καὶ ὡρμίσατο ἔξω αὐτοῦ ναυσὶν εἴκοσιν, αἷσπερ καὶ…
Thucydides, The Peloponnesian War
-
…. οἱ δὲ Ἀθηναῖοι ἄραντες παρέπλεον, καὶ σχόντες τῆς Ἠλείας ἐς Φειὰν ἐδῄουν τὴν γῆν ἐπὶ δύο ἡμέρας καὶ προσβοηθήσαντας τῶν ἐκ τῆς κοίλης Ἤλιδος τριακοσίους λογάδας καὶ τῶν αὐτόθεν ἐκ τῆς περιοικίδος Ἠλείων μάχῃ ἐκράτησαν. ἀνέμου δὲ κατιόντος…
Thucydides, The Peloponnesian War
-
…Κερύνης καὶ Φάλκης ἄγοντες οἴχοιντο ἄκουσαν Ὑρνηθώ. ὁ δὲ αὐτός τε ὡς τάχους εἶχεν ἤμυνε καὶ οἱ Ἐπιδαύριοι πυνθανόμενοι προσεβοήθουν. Δηιφόντης δὲ Κερύνην μὲν ὡς κατελάμβανεν ἀναιρεῖ βαλών, Φάλκην δὲ ἐχόμενον Ὑρνηθοῦς βαλεῖν μὲν ἔδεισε, μὴ ἁμαρτὼν…
Pausanias, Description of Greece
-
…φλογὶ καὶ τὴν σωτηρίαν τῶν ἔργων ἀπογνόντες ἀνεχώρουν ἐπὶ τὰ στρατόπεδα, Ἰουδαῖοι δὲ προσέκειντο πλείους ἀεὶ γινόμενοι τῶν ἔνδοθεν προσβοηθούντων καὶ τῷ κρατεῖν τεθαρρηκότες ἀταμιεύτοις ἐχρῶντο ταῖς ὀργαῖς, προελθόντες δὲ μέχρι τῶν ἐρυμάτων ἤδη συνεπλέκοντο τοῖς φρουροῖς. τάξις…
Flavius Josephus, Jewish War
-
…θαλάσσης εἶργον μὴ χρῆσθαι τοὺς Μυτιληναίους, τῆς δὲ γῆς τῆς μὲν ἄλλης ἐκράτουν οἱ Μυτιληναῖοι καὶ οἱ ἄλλοι Λέσβιοι προσβεβοηθηκότες ἤδη, τὸ δὲ περὶ τὰ στρατόπεδα οὐ πολὺ κατεῖχον οἱ Ἀθηναῖοι, ναύσταθμον δὲ μᾶλλον ἦν αὐτοῖς πλοίων καὶ…
Thucydides, The Peloponnesian War