ἀτρέμας
- without trembling, without motion, ἀ. ἑσταότα Il. 13.438; ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀ. ἐν βλεφάροισι Od. 19.212; ἀ. εὕδειν Il. 14.352, Od. 13.92; ἀ. ἧσο sit still! Il. 2.200; ἀ. ἔχειν to keep quiet, Hdt. 5.19, 8.16; ἀ. εἶχον τὸ στρατόπεδον Id. 9.53; σφέας αὐτούς ib. 54; ἀ. ἴθι E. Or. 149 (lyr.); ἔχʼ ἀ. Ar. Av. 1200, Luc. Herm. 41; ἀ. ἅπτεσθαί τινος gently, softly, E. Hipp. 1358; ἀ. βαδίζειν, opp. ταχύ, D. 37.55.
Before a consonant ἀτρέμα Il. 15.318.
[ἀ-1 + τρέμω.]
Without motion, still Il. 2.200, Il. 5.524, Il. 13.280, 438, 557, Il. 14.352, Il. 15.318: Od. 13.92, Od. 19.212.
-
…. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην · στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν · βῆ δὲ θέειν ἐπὶ…
Homer, Iliad
-
…, ἱερὰν ὁσίοις μύσταις χορείαν. ὦ πότνια πολυτίμητε Δήμητρος κόρη, ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν. οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς ; ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων, Ἴακχʼ ὦ Ἴακχε…
Aristophanes, Frogs
-
…πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης ,…
Homer, Odyssey
-
…ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι · δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, ἐξαῦτίς μιν…
Homer, Odyssey
-
…. ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ · δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις οὔτέ ποτʼ ἐν πολέμῳ…
Homer, Iliad
-
…πολλοῖσι βέλεσσιν. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς στρωφᾶτʼ · οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ σειόμενον ἐλέλικτο · τιτύσκετο δὲ φρεσὶν ᾗσιν ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι. ἀλλʼ…
Homer, Iliad
-
…αὐτοὶ οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς, ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες · ὣς…
Homer, Iliad
-
…πέδησε δὲ φαίδιμα γυῖα · οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι, ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς…
Homer, Iliad
-
…τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη · τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα…
Homer, Iliad
-
…πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός. αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων…
Homer, Iliad