ἐπάνοδος
ἐπάνοδος, a rising up
- rising up, ἐκ τοῦ καταγείου εἰς τὸν ἥλιον Pl. R. 532b, cf. 521c; of phlegm from the lungs, Hp. Acut. 17.
- II return, LXX Si. 17.24, etc.; εἰς τὴν Ἑλλάδα Plu. Tim. 38; ὡς ἐπί τινα νύσσαν Iamb. in Nic. p.76P.; to oneʼs country, ταχυτέραν ποιήσασθαι τὴν ἐ. E. Ep. 2.2, cf. Hdn. 8.7.7: metaph., ascent of the soul, Dam. Pr. 75; simply, journey, PLips. 45.17 (iv A.D.).
- 2 in speaking, recapitulation, Pl. Phdr. 267d, Arist. Rh. 1414b2.
- b fuller statement of a point, Alex. Fig. 2.7, Tib. Fig. 45, etc.
1. weg omhoog.
2. terugkeer, terugweg.
3. overdr. recapitulatie:
1) der Aufgang, das Hinausgehen, ἡ ἐκ τοῦ καταγείου εἰς τὸν ἥλιον ἐπάν. Plat. Rep. VII.532b.
2) der Rückweg, die Rückkehr, Plut. Timol. 38 u. a.Sp. – Plat. Phaedr. 267d τὸ τέλος τῶν λόγων, ᾧ τινες ἐπάνοδον τίθενται ὄνομα, der Schluß, wie Rhett.; vgl. Quint. 9.3.36.
- Ia rising up, Plat.
- IIin speaking, recapitulation, Plat.
-
…γίγνονται · ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πλεύμονος. Καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες…
Hippocrates, Regimen in Acute Diseases
-
…ἀπολύσασθαι διαβολὰς ὁθενδὴ κράτιστος. τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῇ πᾶσιν ἔοικε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν ἐπάνοδον, ἄλλοι δʼ ἄλλο τίθενται ὄνομα. τὸ ἐν κεφαλαίῳ ἕκαστα λέγεις ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων…
Plato, Phaedrus
-
…, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγὴ ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινήν, τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι. πάνυ μὲν οὖν. οὐκοῦν δεῖ σκοπεῖσθαι τί τῶν μαθημάτων ἔχει τοιαύτην…
Plato, Republic
-
…τῶν δεσμῶν καὶ μεταστροφὴ ἀπὸ τῶν σκιῶν ἐπὶ τὰ εἴδωλα καὶ τὸ φῶς καὶ ἐκ τοῦ καταγείου εἰς τὸν ἥλιον ἐπάνοδος, καὶ ἐκεῖ πρὸς μὲν τὰ ζῷά τε καὶ φυτὰ καὶ τὸ τοῦ ἡλίου φῶς ἔτι ἀδυναμία βλέπειν, πρὸς…
Plato, Republic
-
…Ἀλεξάνδρῳ, τὰ δὲ σῖτα καὶ ποτὰ καὶ τἄλλα πάντα ἐπέλειπε τοῖς Βοιωτοῖς, ἔγνωσαν οἱ βοιωτάρχαι τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι. ἀναζευξάντων δʼ αὐτῶν, καὶ τῆς πορείας οὔσης διὰ χώρας πεδιάδος, Ἀλέξανδρος ἐπηκολούθει πολλοῖς ἱππεῦσι καὶ τοῖς…
Diodorus Siculus, Library
-
…τὴν Μεσσήνην κατὰ κράτος ἑλεῖν, τῆς μὲν κατὰ τὸ κοινὸν ἐξαποστολῆς εὐλόγως οὐ μετέσχον, κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνηθεστέραν ἢ πρὸς τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ…
Polybius, Histories
-
…Βαβυλῶνι θησαυρῶν καὶ τῶν προσόδων τὴν φυλακὴν πεπιστευμένος, ἐπειδὴ τάχιστα ὁ βασιλεὺς εἰς τὴν Ἰνδικὴν ἐστράτευσεν, ἀπέγνω τὴν ἐπάνοδον αὐτοῦ, δοὺς δʼ ἑαυτὸν εἰς τρυφὴν καὶ πολλῆς χώρας ἀποδεδειγμένος σατράπης τὸ μὲν πρῶτον εἰς ὕβρεις γυναικῶν καὶ παρανόμους…
Diodorus Siculus, Library
-
…τὴν Σουσιανὴν καὶ Βαβυλωνίαν ὄχλοις διὰ τὸ προσφάτως καὶ παραδόξως αὐτῶν ἐγκρατὴς γεγονέναι, φοβούμενος δὲ καὶ τῆς εἰς Μηδίαν ἐπανόδου μὴ διακλεισθῇ, διέγνω ζευγνύειν τὸν Τίγριν καὶ διαβιβάζειν τὰς δυνάμεις, σπεύδων, εἰ δύναιτο, προκαταλαβέσθαι τὴν τραχεῖαν…
Polybius, Histories
-
…τῷ πολέμῳ διεφθαρμένην, ὅπως τε αὐτοῖς πρός τε βασιλεῖς καὶ δήμους ἐλευθέρους γράμματα δῶσιν εἰς ἀσφάλειαν τῆς εἰς οἶκον ἐπανόδου. ἔδοξεν οὖν περὶ τούτων ταῦτα · ἀνανεώσασθαι φιλίαν καὶ συμμαχίαν πρὸς ἄνδρας ἀγαθοὺς καὶ ὑπὸ δήμου πεμφθέντας ἀγαθοῦ καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…ταῖς συμφοραῖς νουθετηθέντες εἰς ὁμόνοιαν ἦλθον καὶ τὴν εἰρήνην συνέθεντο πρὸς ἀλλήλους. οἱ μὲν οὖν Βοιωτοὶ τὴν εἰς οἶκον ἐπάνοδον ποιησάμενοι τὴν ἡσυχίαν ἦγον. οἱ δʼ Ἀθηναῖοι Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων ἀποστάντων ἐνέπεσον εἰς…
Diodorus Siculus, Library