ὀχυρόω
ὀχυρόω, to make fast and sure, fortify
- fortify, τοὺς λιμένας IG 2(2).834.14 (iii B. C.); πόλιν Plb. 14. 9.9, J. AJ 12.7.7; τὰ στόματα τῶν ποταμῶν OGI 90.25 (Rosetta, ii B. C.); τείχη LXX Je. 28(51).53: metaph., τὸν τῆς εὐσεβείας λιμένα ib. 4 Ma. 13.7:—Med., in act. sense, X. Cyr. 5.4.39, Plb. 1.18.3:— Pass., τὰ πρόπυλα κλείθροις ὀχυροῦται Pl. Ax. 371b, cf. OGI 90.22 (Rosetta, ii B. C.); πρόθυρα τείχεσι . . ὠχύρωτο Arist. Mu. 398a18.
- 2 ὠχυρωμένη besieged, LXX Jo. 6.1.
- II metaph., confirm, τὸ λεγόμενον Phld. Rh. 2.98 S.
- III constrain, τοὺς πονηρούς ib. 148 S.
- to make fast and sure, fortify, Polyb.: —the Mid. just like Act., Xen.
-
…τοῖς μετὰ ἀδείας βαδίζουσιν ἐπεποίητο. οὕτως μὲν οὖν πρὸς τὰς τῶν πολεμίων ἐφόδους φύσει τε καὶ χειροποιήτως τὸ φρούριον ὠχύρωτο. Τῶν δʼ ἔνδον ἀποκειμένων παρασκευῶν ἔτι μᾶλλον ἄν τις ἐθαύμασε τὴν λαμπρότητα καὶ τὴν διαμονήν · σῖτός τε γὰρ…
Flavius Josephus, Jewish War
-
…ἀνιέμενοι. Δαρεῖος δὲ τῶν Σαμαρειτῶν αὐτῷ γραψάντων καὶ κατηγορούντων διὰ τῆς ἐπιστολῆς τῶν Ἰουδαίων, ὡς τήν τε πόλιν ὀχυροῦσι καὶ τὸν ναὸν φρουρίῳ προσεοικότα μᾶλλον ἢ ἱερῷ κατασκευάζουσιν, λεγόντων δὲ μὴ συνοίσειν αὐτῷ τὰ γινόμενα καὶ προσέτι τὰς…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ Ῥωμαίοις φίλου Συρίαν τὴν κοίλην ἀφείλετο, καὶ ἐς τὴν Εὐρώπην οὐδὲν αὐτῷ προσήκουσαν ἐμβαλὼν Θρᾴκην κατεστρέφετο καὶ Χερρόνησον ὠχύρου καὶ Λυσιμάχειαν ἤγειρεν, ἔς τε τὴν Ἑλλάδα διελθὼν ἐδουλοῦτο τοὺς Ἕλληνας ὑπὸ Ῥωμαίων ἄρτι αὐτονόμους ἀφειμένους, μέχρι περὶ…
Appian, The Syrian Wars
-
…σὺν τῷ στρατῷ μετʼ ἐπείξεως, τὴν Ἀμφίπολιν ἐθέλων ἐς τὴν ὑπηρεσίαν τῆς μάχης προλαβεῖν, ὡς δὲ αὐτὴν εὗρεν ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν, ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε μεθʼ ἑνὸς τέλους, οὗ Πινάριος…
Appian, The Civil Wars
-
…θάλασσαν ἐκάλει, καὶ τὰς ναῦς ἐπεσκεύαζε, ναυαρχοῦντος αὐτῷ Πολυξενίδου Ῥοδίου φυγάδος. ἔς τε Χερρόνησον διαπλεύσας πάλιν αὐτὴν ὠχύρου, καὶ Σηστὸν καὶ Ἄβυδον ἐκρατύνετο, διʼ ὧν ἔδει τὴν φάλαγγα τὴν Ῥωμαίων ἐς τὴν Ἀσίαν ὁδεῦσαί τε καὶ…
Appian, The Syrian Wars
-
…διαπραξάμενος τὰς μὲν καιομένας οἰκίας διέσωσε κατασβέσας τὴν φλόγα, τὸ δὲ περιτείχισμα καλῶς κατασκευασάμενος μιᾷ πράξει τήν τε πόλιν ὠχύρωσε καὶ τοὺς πολεμίους ἀποτειχίσας εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου. καθαρὰν δὲ τῶν νεκρῶν ποιήσας τὴν πόλιν καὶ τρόπαιον…
Diodorus Siculus, Library
-
…καὶ γυναῖκες, παρέπλευσε μετὰ τοῦ στόλου διά τινος διώρυγος εἰς τόπον κεκρυμμένον, ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ παρεμβολὴν ὀχυρωσάμενος κατεστρατοπέδευσεν. οἱ δὲ τὸν πλησίον τόπον παραφυλάττοντες μισθοφόροι τῶν Αἰγυπτίων ὡς ᾔσθοντο τὴν τῶν πολεμίων παρουσίαν εὐθὺς ἐξεβοήθουν ,…
Diodorus Siculus, Library
-
…ὤνια ἡρπάζετο · καὶ τὰς θύρας ἅπαντες ἀπέκλειον καὶ ἀπὸ τῶν τεγῶν ἐς ἄμυναν ἡτοιμάζοντο, Ἀντώνιός τε τὴν οἰκίαν ὠχύρου, τεκμαιρόμενος συνεπιβουλεύεσθαι τῷ Καίσαρι. καὶ Λέπιδος ὁ ἵππαρχος ἐν ἀγορᾷ μὲν ὢν ἐπύθετο τοῦ γεγονότος, ἐς δὲ…
Appian, The Civil Wars
-
…εἰς τὴν Κύπρον εὐθὺς ἐπὶ τὴν μεγίστην τῶν πόλεων Σαλαμῖνα τὴν δύναμιν ἤγαγον. βαλόμενοι δὲ χάρακα καὶ τὴν παρεμβολὴν ὀχυρώσαντες ἐπολιόρκουν τοὺς Σαλαμινίους κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. τῆς δὲ νήσου πάσης ἐν εἰρήνῃ πολὺν χρόνον γενομένης καὶ…
Diodorus Siculus, Library
-
…ἐπὶ τῷ ἕλει · τὰ δὲ ἐν μέσῳ πάντα διείληπτο τάφρῳ καὶ χάρακι καὶ τείχει καὶ πύλαις. Οὕτω μὲν ὠχυροῦντο αὐτῶν ἑκάτεροι καὶ ἐν τοσούτῳ μόνοις ἱππεῦσι καὶ ἀκροβολισμοῖς ἐπειρῶντο ἀλλήλων. ὡς δὲ ἐξείργαστο πάντα, ὅσα ἐπενόουν ,…
Appian, The Civil Wars