ὄλβος
ὄλβος, happiness, bliss, weal, wealth
- happiness, bliss, esp. worldly happiness, weal, ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄ. Od. 3.208, cf. 4.208; Ζεὺς δʼ αὐτὸς νέμει ὄ. ἀνθρώποισιν 6.188; ὄλβῳ τε πλούτῳ τε Il. 16.596, Od. 14.206, cf. Emp. 119: freq. in Lyr., as Pi. O. 6.72, B. 3.92, and Trag., as A. Pers. 164, 252, 709, al.; ὁ πρὶν παλαιὸς ὄ. S. OT 1282, cf. Plu. Per. 12: rarely in pl., ἐν Διὸς κήποις ἀροῦσθαι . . εὐδαίμονας ὄ. S. Fr. 320 (lyr.).—Poet. word, used by Hdt. 1.32, 86, X. Cyr. 1.5.9, 4.2.44 and 46, Ar. Av. 421, Hp. Ep. 3, 5, LXX Si. 30.15. (Perh. cogn. with Lith. algà (I.-E. olgṷā) ‘wage’.)
-ου, ὁ.
- 1
Happiness, good fortune, prosperity : οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον Od. 3.208. Cf. Od. 4.208, Od. 6.188, Od. 4.19, 123=Od. 20.200, Od. 18.273.
- 2
With special reference to material prosperity, wealth, riches, much substance, great power or influence : ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσιν Il. 16.596. Cf. Il. 24.536 : Od. 14.206.
- 1
- 1prosperity esp. material prosperity. ἀλλὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἐδυνάσθη O. 1.56 ὅταν θεοῦ Μοῖρα πέμπῃ ἀνεκὰς ὄλβον ὑψηλόν O. 2.22 θεόρτῳ σὺν ὄλβῳ O. 2.36 ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει O. 5.23 ὄλβος ἅμʼ ἕσπετο O. 6.72 μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων O. 6.97 εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι P. 1.46 μακρὸν οὐχ ὑπέμεινεν ὄλβον P. 2.26 λέγονται μὰν βροτῶν ὄλβον ὑπέρτατον οἳ σχεῖν P. 3.89 ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται P. 3.105 “ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ ὑφαίνειν λοιπὸν ὄλβον” P. 4.141 σπέρμʼ ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ (Hermann: περ ἀκτῖνας ὄλβου/ -ῳ/-ον codd.) P. 4.255 σὲ δʼ πολὺς ὄλβος ἀμφινέμεται P. 5.14 ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος P. 5.55 μεγαλᾶν δʼ ἀρετᾶν ἀκούοντί ποι χθονίᾳ φρενί, σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν P. 5.102 ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον P. 11.29 τῶν γὰρ ἀνὰ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ ὄλβῳ τεθαλότα (Tricl.: μακρ. σὺν ὄλβῳ codd.) P. 11.53 εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28 εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται N. 5.19 Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου δίδωσι N. 7.58 σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17 ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον N. 9.45 ὁ δʼ ὄλβῳ φέρτατος Zeus N. 10.13 εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους N. 11.13 ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων I. 3.5 νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον ἀμφέπων ναίει (sc. Ἡρακλέης) I. 4.58 δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον, εὐανθεῖ σὺν ὄλβῳ εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ (sic distinxit Hartung, post ὄλβῳ edd. plerique) I. 5.12 ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετʼ ἄγκυραν I. 6.12 τοὶ σὺν πολέμῳ κτησάμενοι χθόνα πολύδωρον, ὄλ[βον] ἐγκατέθηκαν Pae. 2.60 σὸν ἐγγυάλιξεν ὄλβον εὐρύοπα Κρόνου παῖς Pae. 6.133 ἀπήμονα εἰς ὄλβον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας Pae. 9.9 παρὰ δέ σφισιν εὐανθὴς ἅπας τέθαλεν ὄλβος Θρ. 7. 7. εὐδαιμόνων δραπέτας οὐκ ἔστιν ὄλβος fr. 134.
- happiness, bliss, weal, wealth, Hom., etc.
-
…· ἦ σε μάλʼ οἶον σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον · αὐτὰρ ἔπειτα ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει πάντας ἐπικραίνουσα θεμοὺς ἐπέων τε καὶ…
NA, Homeric Hymns
-
…τετιμένος οὔτε βροτοῖσιν. ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα ἐκ γενετῆς · πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν. ἀλλʼ ἐπὶ καὶ τῷ…
Homer, Iliad
-
…δὲ πρὸς ὄλβῳ. χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω. εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ…
Hesiod, Works and Days
-
…πολὺν διὰ πόντον ἀνύσσας, Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ · οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον, ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν · νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ ,…
Hesiod, Works and Days
-
…ἐξαμᾷ θέρος. τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις ὑπερφρονήσας τὸν παρόντα δαίμονα ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν. Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν…
Aeschylus, Persians
-
…πολλὰ δʼ ἐκ χέρσου κακὰ γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες, νῦν τέ σε…
Aeschylus, Persians
-
…δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, τοῖς τʼ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει. εἰδὼς λέγοιμʼ ἄν, εὖ γὰρ ἐξεπίσταμαι ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί…
Aeschylus, Agamemnon
-
…πάνθʼ ὁπόσʼ ἐστίν, ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι, πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι θνητοῖς…
NA, Homeric Hymns
-
…· ἐς δʼ ὑμᾶς ἐρῶ μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι, μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος. ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν, μήτε χρημάτων…
Aeschylus, Persians
-
…παραστάς, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα · χαῖρε, πάτερ ὦ ξεῖνε · γένοιτό τοι ἔς περ ὀπίσσω ὄλβος · ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος · οὐκ…
Homer, Odyssey