καταψεύδομαι
καταψεύδομαι, to tell lies against, speak falsely of
Could not find καταψεύδω in Logeion dictionaries. Looking for closest alphabetic form.
- tell lies against, speak falsely of, τινος Ar. Pax 533, Lys. 16.8, Antipho 2.4.7, Pl. R. 381d, D. 21.134, etc.; κ. τινὸς πρός τινα accuse falsely to another, Plu. Them. 25, Phoc. 33: abs., Hyp. Lyc. 8.
- 2 allege falsely against, τί τινος And. 1.8, Pl. Euthd. 283e, R. 391d; τὰ πλεῖστα κατεψεύσατό μου D. 18.9; ἑαυτοῦ μωρίαν D.H. 4.68.
- 3 say falsely, pretend, ὡς . . E. Ba. 334; feign, invent, τι D. 18.11.
- 4 c. gen., make a pretence of, ὕπνου Luc. Asin. 7; give a false account of, γένους Arist. Pr. 950b6; τῶν πραγμάτων J. BJ Prooem. 1.
- II Pass., to be falsely reported, Ἑλληνικὸς ὅρκος -ψεύδεται Theon Prog. 2; τὰ κατεψευσμένα false allegations, Antipho 5.19; to be falsely accused, προδότης εἶναι κατεψεύσθη Philostr. Her. 10.7, cf. VA 5.24.
- 2 of writings, to be falsely attributed, τινος to one, Ael. VH 12.36: abs., to be spurious, Ath. 15.697a, Plu. VOrat. 2.833c.
- 3 to be wrong, in error, Phld. Mus. p.103 K., Str. 9.2.33: c. gen., about . ., Sor. 1.14, 2.4.
1. valse beschuldiging uiten (tegen), liegen (over iem.), met (acc. v.h. inw. obj. en) gen.:
2. verzinnen:
- IDep., to tell lies against, speak falsely of, τινος Ar., Plat., etc.
- 2to allege falsely against, τί τινος Plat., Dem.
- 3to say falsely, pretend, Eur.: to feign, invent, τι Dem.
- IIalso as Pass. to be falsely reported: of writings, to be spurious, Plut.
-
…οὐδὲν φρονεῖς. κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς, παρὰ σοὶ λεγέσθω · καὶ καταψεύδου καλῶς ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν, ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ. ὁρᾷς…
Euripides, Bacchae
-
…, οὐδὲ Συρακουσίους ἐπικουφίσαι βασιλείαν ἀντὶ τυραννίδος μεταστήσαντα. τούτων γὰρ οὔθʼ ἧττον ἐμοὶ πρέποντα ἔχοις ἄν ποτε λέγων μου καταψεύσασθαι, πρὸς δὲ τούτοις ἔτι σαφεστέρους τούτων εἰς ἔλεγχον λόγους ἐγὼ δοίην ἄν, εἴ τις ἱκανή που φαίνοιτο κρίσις…
Plato, Letters
-
…θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας ·. .. μηδὲ Πρωτέως καὶ Θέτιδος καταψευδέσθω μηδείς, μηδʼ ἐν τραγῳδίαις μηδʼ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ…
Plato, Republic
-
…τοὺς μὲν τούτου οἰκέτας ἰδίους ὄντας τούτου εἰ ἐβασανίζομεν, ἀνοήτως ἄν τι τούτῳ χαριζόμενοι καὶ παρὰ τὴν ἀλήθειαν ἐμοῦ κατεψεύσαντο · αὕτη δὲ ὑπῆρχε κοινή, ὁμοίως ἀμφοτέρων ἀργύριον κατατεθηκότων, καὶ μάλιστα ᾔδει · διὰ ταύτην ἅπαντα τὰ πραχθέντα…
Lysias, Speeches
-
…παρὰ τὸν θεὸν ἀπιέναι οὗπέρ εἰσι θεράποντες. οἱ δʼ ἄνθρωποι διὰ τὸ αὑτῶν δέος τοῦ θανάτου καὶ τῶν κύκνων καταψεύδονται, καί φασιν αὐτοὺς θρηνοῦντας τὸν θάνατον ὑπὸ λύπης ἐξᾴδειν, καὶ οὐ λογίζονται ὅτι οὐδὲν ὄρνεον ᾄδει ὅταν πεινῇ…
Plato, Phaedo
-
…ἀγροικότερον, ἔφη, ἦν εἰπεῖν, εἶπον ἄν · σοὶ εἰς κεφαλήν, ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδʼ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι. τί δέ…
Plato, Euthydemus
-
…ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δὲ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι · χρὴ δὲ οὐδέτερα τούτων, ἀλλʼ ἐκείνους μάλιστα ἡμῶν ἐπαινέτας εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας…
Plato, Menexenus
-
…δυνατόν ἐστιν ἔτι μὴ φράζειν. εἰκότα λέγεις · ἀλλʼ ἄστρων πέρι μάθημα τί τοιοῦτον ἀνευρήσομεν ; ὦ ἀγαθοί, καταψευδόμεθα νῦν ὡς ἔπος εἰπεῖν Ἕλληνες πάντες μεγάλων θεῶν, Ἡλίου τε ἅμα καὶ Σελήνης. τὸ ποῖον δὴ ψεῦδος ;…
Plato, Laws
-
…μὲν περὶ τεθνεώτων λέγουσιν, οὐ πάνυ θαυμάζω οὐ γὰρ ὑπό γε ἐκείνων ἐξελεγχθεῖεν ἄν, ἀλλʼ ὅσα ζώντων ἐπιχειροῦσι καταψεύδεσθαι. αὐτοὶ γὰρ ἔναγχος ἠκούετε ἐν τῇ ἐκκλησίᾳ, ὡς Διότιμος ἔχοι τάλαντα τετταράκοντα πλείω ἢ ὅσα αὐτὸς ὡμολόγει παρὰ…
Lysias, Speeches
-
…δεινὰς ἁρπαγάς, μηδέ τινʼ ἄλλον θεοῦ παῖδά τε καὶ ἥρω τολμῆσαι ἂν δεινὰ καὶ ἀσεβῆ ἐργάσασθαι, οἷα νῦν καταψεύδονται αὐτῶν · ἀλλὰ προσαναγκάζωμεν τοὺς ποιητὰς ἢ μὴ τούτων αὐτὰ ἔργα φάναι ἢ τούτους μὴ εἶναι θεῶν παῖδας, ἀμφότερα…
Plato, Republic