μοχλός
μοχλός, a bar
- bar, lever, crowbar, used for moving ships, μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν Od. 5.261; or heavy weights, μοχλοῖς καὶ μηχαναῖσιν ἀνελκύσαι Ar. Pax 307; for forcing doors and gates, E. Or. 1474 (lyr.), cf. Ba. 348, 1104, etc.; ὑποβαλόντες τοὺς μ. ὑπὸ τὰς πύλας Ar. Lys. 428, cf. Arist. Mech. 847b11, al.
- II any bar or stake, as in Od. 9.332 the stake which Odysseus runs into the Cyclops’ eye, cf. E. Cyc. 633.
- III wooden or iron bar or bolt placed across gates on the inside and secured by the βάλανος, τοῦ μοχλοῦ διακοπέντος Th. 4.111, cf. 2.4, IG 1(2).313.126; μοχλοὺς ἐπιβάλλειν Ar. Th. 415; τὸν μ. ἐμβάλλειν X. An. 7.1.12, cf. Ar. Lys. 246; μοχλοῖς καὶ κλῄθροισι τὰ προπύλαια πακτοῦν ib. 264; τὴν πόλιν . . ἀπεκλῄσατε τοῖσι μ. ib. 487; πύλας μοχλοῖς χαλᾶτε by [drawing back] the bars, A. Ch. 879; κλῇθρα λύσαντες μοχλοῖς E. IT 99 (more naturally κλῄθρων μοχλοὺς λύσαντες, as in Ar. Lys. 310 κἂν μὴ . . τοὺς μοχλοὺς χαλῶσιν): metaph., μέγας σοι τοῦδʼ ἐγὼ φόβου μ. a bar or defence against fear. S. Fr. 760.
1. hefboom:
2. sluitbalk (van deur):
-οῦ, ὁ.
A bar or lever for moving weights Od. 5.261.
Of the bar of wood applied to the eye of the Cyclops Od. 9.332, 375, 378, 382, 387, 394, 396.
- Ia bar used as a lever, a crowbar, handspike, Lat, vectis, used for moving ships, Od.; for forcing doors and gates, Eur.
- IIthe stake which Ulysses ran into the Cyclopsʼ eye, Od.
- IIIa wooden bar, placed across gates on the inside and secured by the βάλανος, Aesch., Thuc.
-
…δʼ ; ἀνοίας τόνδε τὸν διδάσκαλον δίκην μέτειμι. στειχέτω τις ὡς τάχος, ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν, ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ, καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες. μάλιστα γάρ…
Euripides, Bacchae
-
…δὲ Πλαταιῶν τις τὰς πύλας ᾗ ἐσῆλθον καὶ αἵπερ ἦσαν μόναι ἀνεῳγμέναι ἔκλῃσε στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος ἐς τὸν μοχλόν, ὥστε μηδὲ ταύτῃ ἔξοδον ἔτι εἶναι. διωκόμενοι δὲ κατὰ τὴν πόλιν οἱ μέν τινες αὐτῶν ἐπὶ τὸ τεῖχος…
Thucydides, The Peloponnesian War
-
…τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι ἵσταντʼ · αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων. οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ, ὀφθαλμῷ ἐνέρεισαν · ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς δίνεον, ὡς ὅτε τις τρυπῷ…
Homer, Odyssey
-
…ᾕρει πανδαμάτωρ · φάρυγος δʼ ἐξέσσυτο οἶνος ψωμοί τʼ ἀνδρόμεοι · ὁ δʼ ἐρεύγετο οἰνοβαρείων. καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, ἧος θερμαίνοιτο · ἔπεσσι δὲ πάντας ἑταίρους θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη .…
Homer, Odyssey
-
…· ὁ δʼ εὖ τεχνήσατο καὶ τά. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ, μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα · τῷ δʼ…
Homer, Odyssey
-
…ἧος θερμαίνοιτο · ἔπεσσι δὲ πάντας ἑταίρους θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη. ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς, καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ…
Homer, Odyssey
-
…· οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν. Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε ὅπως τάχιστα, καὶ γυναικείους πύλας μοχλοῖς χαλᾶτε · καὶ μάλʼ ἡβῶντος δὲ δεῖ, οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ · τί γάρ ; ἰοὺ ἰού .…
Aeschylus, Libation Bearers
-
…ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα φαρμάσσων · τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη, ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ · αὐτὰρ ὁ μοχλὸν ἐξέρυσʼ…
Homer, Odyssey
-
…ἔξω σφᾶς αὐτοὺς καὶ διεφθάρησαν οἱ πλείους, οἱ δὲ κατὰ πύλας ἐρήμους γυναικὸς δούσης πέλεκυν λαθόντες καὶ διακόψαντες τὸν μοχλὸν ἐξῆλθον οὐ πολλοί αἴσθησις γὰρ ταχεῖα ἐπεγένετο, ἄλλοι δὲ ἄλλῃ τῆς πόλεως σποράδες ἀπώλλυντο. τὸ δὲ πλεῖστον καὶ…
Thucydides, The Peloponnesian War
-
…οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί. ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα. πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ γλήνης…
Homer, Odyssey