νηλής
νηλής, pitiless, ruthless
- pitiless, ruthless, Il. 9.632; νηλέϊ χαλκῷ with ruthless blade, 3.292, al.; νηλέϊ δεσμῷ 10.443; ν. θυμὸν ἔχοντες a resolute or dogged spirit, 19.229; νηλέϊ ὕπνῳ relentless sleep, which has exposed the sleeper to ill, Od. 12.372; ν. ἦμαρ, i.e. the day of death, Il. 11.484, Od. 9.17, etc.; ν. ἦτορ Il. 9.497; νηλέα νόον Φάλαριν Pi. P. 1.95; νηλεεῖ νόῳ Id. Fr. 177; ν. σὺ καὶ θράσους πλέως A. Pr. 42; ν . . . ὅστις ἱκτῆρας ἐκθύει E. Cyc. 369 (lyr.). Adv. -εῶς A. Pr. 242; Ep. -ειῶς A.R. 2.626, IG 5(1).733 (Sparta).
- II Pass., unpitied, ἔκειτο νηλεὲς . . σῶμα S. Ant. 1197; νηλέα δὲ γένεθλα . . κεῖται Id. OT 180 (lyr.).
1. meedogenloos:
2. zonder medelijden te ondervinden:
- 1pitiless τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον Φάλαριν P. 1.95 νηλὴς γυνά Klytaimnestra P. 11.22 νηλεεῖ νόῳ δʼ fr. 177e.
- Ipitiless, ruthless, Il.; νηλέϊ χαλκῷ with ruthless steel, Hom.; νηλέϊ ὕπνῳ relentless sleep, which exposes men without defence to ill, Od.; νηλεὲς ἦμαρ, i. e. the day of death, Hom.:— adv. νηλεῶς Aesch.
- IIpass. unpitied, Soph.
-
…μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν · θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα. σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ μόχθοις…
Aeschylus, Prometheus Bound
-
…ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων νηλής · καὶ μέν τίς τε κασιγνήτοιο φονῆος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος · καί ῥʼ ὃ μὲν ἐν δήμῳ…
Homer, Iliad
-
…τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, στῆ δὲ παρέξ · Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος…
Homer, Iliad
-
…θεοὶ Οὐρανίωνες. νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων. εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν ἀνθρώποισι μέλω, καί…
Homer, Odyssey
-
…Οὖτιν δέ με κικλήσκουσι μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ · Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν, τοὺς δʼ ἄλλους πρόσθεν · τὸ δέ τοι ξεινήιον ἔσται…
Homer, Odyssey
-
…δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς…
Hesiod, Theogony
-
…ἀπειλεῖτε Τρώεσσι πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος · σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ, νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους · οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν αὖτις, ἐπεί ῥά τοι ὧδε…
Homer, Iliad
-
…θεοὶ ἄλγεα δοῖεν πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας. ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ. τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν · αὐτὰρ Ἀχιλλεὺς ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι…
Homer, Iliad
-
…δὲ πολλαὶ ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ · αὐτὸς δὲ ξίφος ὀξὺ…
Homer, Odyssey
-
…οἳ δʼ ὑπὲρ αὐτέων δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες…
Homer, Iliad