παράταξις
παράταξις, a placing in line of battle
- placing side by side, Thphr. CP 1.6.1.
- 2 marshalling, line of battle, π. ποιεῖσθαι Isoc. 10.53; ἐν τῷ μεταξὺ χωρίω τῶν π. Plb. 15.12.3; ἡ π. τοῦ πολέμου LXX Nu. 31.14; ἐν π. ἀποθνῄσκειν Phld. Mort. 29; ὡς ἐν παρατάξει Arr. Epict. 3.22.69; ἐκ παρατάξεως in pitched battle, Th. 5.11, D. 9.49, Aeschin. 3.88; ἐν ταῖς προγεγενημέναις π. in the previous battles, Plb. 1.40.1; μετὰ τὰν π. τὰν γενομέναν αὐτοῖς ποτὶ Πριανεῖς Schwyzer 289.105 (Priene, ii B.C.), cf. IG 42(1).28.1 (Epid., ii B.C.).
- b front rank of the phalanx, Ascl. Tact. 2.5, Ael. Tact. 7.1.
- II of marshalling a political party, τὴν μὲν παρασκευὴν ὁρᾶτε . . καὶ τὴν παράταξιν, ὅση γεγένηται Aeschin. 3.1; conspiracy, intrigue, ὑπὸ παρατάξεως ἀδίκου D. 44.3; partisanship, φιλονεικία καὶ π. τῶν θεατῶν Plu. Cim. 8; obstinate opposition, κατὰ ψιλὴν π. ὡς οἱ Χριστιανοί M.Ant. 11.3.
1. opstelling in slaglinie:
2. strijd; rivaliteit.
- Ia placing in line of battle, ἐκ παρατάξεως in regular battle, Thuc., etc.
- IIof marshalling a political party, arrangement, Aeschin., Dem. from παρατάσσω
-
…τοῖς Ἀθηναίοις ἀπέδοσαν. ἀπέθανον δὲ Ἀθηναίων μὲν περὶ ἑξακοσίους, τῶν δʼ ἐναντίων ἑπτά, διὰ τὸ μὴ ἐκ παρατάξεως, ἀπὸ δὲ τοιαύτης ξυντυχίας καὶ προεκφοβήσεως τὴν μάχην μᾶλλον γενέσθαι. μετὰ δὲ τὴν ἀναίρεσιν οἱ μὲν ἐπʼ οἴκου…
Thucydides, The Peloponnesian War
-
…τινα καὶ προφανῆ τὸν πόλεμον. νυνὶ δʼ ὁρᾶτε μὲν δήπου τὰ πλεῖστα τοὺς προδότας ἀπολωλεκότας, οὐδὲν δʼ ἐκ παρατάξεως οὐδὲ μάχης γιγνόμενον · ἀκούετε δὲ Φίλιππον οὐχὶ τῷ φάλαγγʼ ὁπλιτῶν ἄγειν βαδίζονθʼ ὅποι βούλεται, ἀλλὰ τῷ ψιλούς ,…
Demosthenes, Speeches
-
…Βοιωτούς. ἐκείνων γὰρ αἱ μὲν ἐγένοντο πρὸς βαρβάρους, αἱ δὲ συνετελέσθησαν μετʼ ἄλλων συμμάχων, ταύτην δὲ τὴν παράταξιν Ἀθηναῖοι μόνοι διακινδυνεύσαντες ἐνίκησαν καὶ πρὸς Ἑλλήνων τοὺς ἀρίστου διηγωνίσαντο. δοκοῦσι γὰρ οἱ Βοιωτοὶ κατὰ τὰς τῶν δεινῶν ὑπομονὰς…
Diodorus Siculus, Library
-
…διὰ τῶν ἑρμηνέων, παρίππευον. Ἐπεὶ δὲ παριὼν ἧκε μετὰ τῆς ἀδελφῆς Πτολεμαῖος μὲν ἐπὶ τὸ πάσης τῆς σφετέρας παρατάξεως εὐώνυμον, Ἀντίοχος δὲ μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸ δεξιόν, σημήναντες τὸ πολεμικὸν συνέβαλον πρῶτον τοῖς θηρίοις .…
Polybius, Histories
-
…κινδύνων. καὶ τί δεῖ θαυμάζειν, ἃ περὶ τῶν παίδων διενοήθησαν ; αὐτοὶ γὰρ πολὺ μείζω καὶ δεινοτέραν ἐποιήσαντο παράταξιν τῆς πρὸς Γίγαντας αὐτοῖς γενομένης · πρὸς μὲν γὰρ ἐκείνους μετʼ ἀλλήλων ἐμαχέσαντο, περὶ δὲ ταύτης πρὸς σφᾶς αὐτοὺς…
Isocrates, Speeches
-
…ἀπαγγειλάντων, ἡ μήτηρ τοῦ Βρασίδου πυνθανομένη περὶ τῶν πραχθέντων κατὰ τὴν μάχην ἐπηρώτησε, ποῖός τις γέγονεν ἐν τῇ παρατάξει Βρασίδας · τῶν δʼ ἀποκριναμένων ὅτι πάντων Λακεδαιμονίων ἄριστος, εἶπεν ἡ μήτηρ τοῦ τετελευτηκότος ὅτι Βρασίδας ὁ υἱὸς αὐτῆς…
Diodorus Siculus, Library
-
…περιελθὼν συνέβαλλεν τοῖς λοιποῖς Αἰγυπτίοις εἰς μάχην κατὰ χῶρον, ὃς Ἰουδαίων στρατόπεδον καλεῖται. κινδυνεύοντα δʼ αὐτὸν ἐν τῇ παρατάξει σὺν ὅλῳ τῷ δεξιῷ κέρατι ῥύεται περιελθὼν Ἀντίπατρος παρὰ τὸν αἰγιαλὸν τοῦ ποταμοῦ · τῶν γὰρ καθʼ ἑαυτὸν ἐκράτει τὸ…
Flavius Josephus, Jewish War
-
…, πότερος αὐτῶν ἀνδρειοτέρους στρατιώτας ἔχει, συντίθεται παρʼ ἀμφοτέρων δυοκαίδεκα μαχησομένους συμβαλεῖν. προελθόντες τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφʼ ἑκατέρων τῶν στρατηγῶν ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπʼ ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν…
Flavius Josephus, Antiquities of the Jews
-
…Ἠλείων τρισχιλίους, παρὰ δὲ Μαντινέων οὐ πολὺ λειπομένους τούτων, προῆγον ἐκ τῆς πόλεως τὸ στρατόπεδον. μελλούσης δὲ παρατάξεως γίνεσθαι, οἱ στρατηγοὶ παρʼ ἀμφοτέροις διαπρεσβευσάμενοι τετραμηνιαίους ἀνοχὰς συνέθεντο. ἐπανελθόντων δὲ τῶν στρατοπέδων ἀπράκτων εἰς τὴν οἰκείαν ,…
Diodorus Siculus, Library
-
…προσποιησάμενος Μιθριδάτου τοῦ Εὐπάτορος υἱὸς εἶναι, καὶ παραδεχθεὶς ἐβασίλευσεν ἓξ μῆνας. τοῦτον μὲν οὖν ὁ Γαβίνιος ἀνεῖλεν ἐν παρατάξει κατάγων τὸν Πτολεμαῖον. υἱὸς δʼ αὐτοῦ τὴν ἱερωσύνην παρέλαβεν · εἶθʼ ὕστερον Λυκομήδης, ᾧ καὶ τετράσχοινος ἄλλη προσετέθη…
Strabo, Geography