ταξίαρχος
ταξίαρχος, the commander of a squadron
- commander of a corps or squadron, ταξίαρχοι ἀπὸ τῶν νεῶν Hdt. 8.67; ταξίαρχοι τῶν τελέων Id. 9.42; τ. καὶ πεζῶν καὶ ἱππέων X. Cyr. 8.1.10; in the army of Alexander, Arr. An. 3.9.6; in Ptolemaic Egypt, PMich.Zen. 70.5 (iii B.C.); cf. ταξιάρχης.
- 2 commander of a τάξις (128 men), Ascl. Tact. 2.8, Ael. Tact. 9.3 (-άρχης Arr. Tact. 10.2).
- 3 = Lat. centurio, Plb. 6.24.1, al., Zos. 3.11.
- b = tribunus militum, D.H. 5.41, J. BJ 3.5.2, Plu. Cam. 37, App. BC 5.61, Agath. 2.20 (-άρχης Plu. Pomp. 32, App. BC 3.39).
- c = legatus legionis, anachronism in App. Sam. 4.6 (-άρχαι codd.).
- d = ordinarius, Lyd. Mag. 1.46, Gloss.; also glossed by manipularis and evocatus, ib.
- II at Athens, commander of a τάξις, or quota of infantry furnished by a φυλή, Ar. Ach. 569 (lyr.), Pax 1172 (troch.), Av. 353 (troch.), Th. 4.4, 7.60, Arist. Ath. 30.2, D. 4.26, 54.5, Aeschin. 3.169, IG 2(2).334.13; [ὁ τ.] ἡγεῖται τῶν φυλετῶν καὶ λοχαγοὺς καθίστησιν Arist. Ath. 61.3; applied to naval officers, X. HG 1.6.29, 35.
- Ithe commander of a squadron, Hdt.
- IIat Athens, the commander of a τάξις ( I. 4), the corresponding cavalry- officers being φύλαρχοι, Ar.: generally an officer, Xen.
-
…ἐν Κορίνθῳ γάρ, ἐπειδὴ ὕστερον ἦλθε τῆς πρὸς τοὺς πολεμίους μάχης καὶ τῆς εἰς Κορώνειαν στρατείας, ἐμάχετο τῷ ταξιάρχῳ Λάχητι καὶ ἔτυπτεν αὐτόν, καὶ πανστρατιᾷ τῶν πολιτῶν ἐξελθόντων, δόξας ἀκοσμότατος εἶναι καὶ πονηρότατος, μόνος Ἀθηναίων ὑπὸ…
Lysias, Speeches
-
…τοῦ ὑμετέρου πλήθους ἀντιλέγοι. ἐπιβουλὴν οὖν τοιαύτην ἐπιβουλεύουσι. πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι, οὐ συνειδότα ἐκείνοις, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέν οὐ γὰρ δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι…
Lysias, Speeches
-
…τῇ προφάσει ταύτῃ. Θηραμένης δὲ ὕστερον ἀφικνεῖται ἐκ Λακεδαίμονος. προσιόντες δʼ αὐτῷ τῶν τε στρατηγῶν τινες καὶ τῶν ταξιάρχων, ὧν ἦν Στρομβιχίδης καὶ Διονυσόδωρος, καὶ ἄλλοι τινὲς τῶν πολιτῶν εὐνοοῦντες ὑμῖν, ὥς γʼ ἐδήλωσαν ὕστερον ,…
Lysias, Speeches
-
…εἰς τὴν βουλὴν ἐκομίσθησαν, ἀπογράφει Ἀγόρατος πρῶτον μὲν τῶν αὑτοῦ ἐγγυητῶν τὰ ὀνόματα, ἔπειτα τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων, ἔπειτα δὲ καὶ ἄλλων τινῶν πολιτῶν. ἡ δὲ ἀρχὴ αὕτη τοῦ παντὸς κακοῦ ἐγένετο. ὡς δὲ ἀπέγραψε…
Lysias, Speeches
-
…ἔδοξε δὲ καὶ τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἑπτὰ μὲν καὶ τετταράκοντα ναυσὶ Θηραμένην τε καὶ Θρασύβουλον τριηράρχους ὄντας καὶ τῶν ταξιάρχων τινὰς πλεῖν ἐπὶ τὰς καταδεδυκυίας ναῦς καὶ τοὺς ἐπʼ αὐτῶν ἀνθρώπους, ταῖς δὲ ἄλλαις ἐπὶ τὰς μετʼ Ἐτεονίκου τῇ…
Xenophon, Hellenica
-
…καὶ δοξάντων τούτων καταλιπεῖν τρεῖς ναῦς ἕκαστον ἐκ τῆς αὑτοῦ συμμορίας, τῶν στρατηγῶν ὀκτὼ ὄντων, καὶ τὰς τῶν ταξιάρχων δέκα καὶ τὰς Σαμίων δέκα καὶ τὰς τῶν ναυάρχων τρεῖς, αὗται ἅπασαι γίγνονται ἑπτὰ καὶ τετταράκοντα, τέτταρες περὶ…
Xenophon, Hellenica
-
…Σάμιοι δέκα ναυσὶν ἐπὶ μιᾶς τεταγμένοι · ἐστρατήγει δὲ αὐτῶν Σάμιος ὀνόματι Ἱππεύς · ἐχόμεναι δʼ ; αἱ ; τῶν ταξιάρχων δέκα, καὶ αὐταὶ ἐπὶ μιᾶς · ἐπὶ δὲ ταύταις αἱ τῶν ναυάρχων τρεῖς, καὶ εἴ τινες ἄλλαι ἦσαν…
Xenophon, Hellenica
-
…ἡ πλείστη χειροτονία γίγνηται, τούτους εἶναι στρατηγούς τε καὶ ἐπιμελητὰς τῶν κατὰ πόλεμον, δοκιμασθέντων καθάπερ οἱ νομοφύλακες · ταξιάρχους δὲ αὑτοῖσι προβάλλεσθαι μὲν τοὺς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον, τὴν δʼ ἀντιπροβολὴν εἶναι, καθάπερ τῶν…
Plato, Laws
-
…ἁπάντων εἰκότως, ὦ βουλή · δεινὸν γὰρ ἦν ἀγαπητῶς ὀλίγῳ πρότερον σεσωσμένους ἐφʼ ἕτερον κίνδυνον ἰέναι προσελθὼν ἐγὼ τὸν ταξίαρχον ἐκέλευον ἀκληρωτὶ τὴν ἡμετέραν τάξιν πέμπειν. ὥστʼ εἴ τινες ὑμῶν ὀργίζονται τοῖς τὰ μὲν τῆς πόλεως ἀξιοῦσι πράττειν ,…
Lysias, Speeches
-
…δὲ ξένον ὑποδέχεσθαι χρὴ δημοσίᾳ τὸν κατά τι δημόσιον ἐξ ἄλλης χώρας ἀφιγμένον · ὃν στρατηγοῖς τε καὶ ἱππάρχοις καὶ ταξιάρχοις ὑποδεκτέον ἐστὶν μόνοις, τήν τʼ ἐπιμέλειαν τῶν τοιούτων μετὰ τῶν πρυτάνεων ποιητέον ἐκείνῳ παρʼ ὅτῳ τις ἂν αὐτῶν τὴν…
Plato, Laws