τρόπαιον
τρόπαιον, τρόπαιον, τροπαίου, τό, trophy, victory monument
- trophy, i. e. a monument of the enemyʼs defeat (τροπή II), usu. made of wood (D.S. 13.24), but sts. of bronze (Plu. Alc. 29), or stone (Paus. 1.33.2); τ. στῆσαι Th. 2.92, etc.: freq. with gen., στῆσαι τροπαῖα τῶν κακῶν E. Or. 713; τ. αὐτοῦ στήσομαι Id. Andr. 763; ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός ib. 694; τ. ἂν στήσαιτο τῶν ταύτης τρόπων Ar. Pl. 453; τροπαῖα τῶν πολεμίων ἀποδεῖξαι And. 1.147; ἔστησαν τ. ὑπὲρ τῆς Ἑλλάδος τῶν βαρβάρων Lys. 2.25, cf. X. An. 7.6.36; also θήσειν τροπαῖα, θράσους θέσθαι τροπαῖον, A. Th. 277, Ar. Lys. 318; τροπαῖʼ ἱδρύεται E. Heracl. 786; τ. πῶς ἀναστήσεις Διί; Id. Ph. 572; τ. ἐγεῖραι Luc. Dem. Enc. 40; νίκης τ. S. Tr. 751; στῆσαι τ. τῆς τροπῆς, τῆς ἱππομαχίας, for, in memory of . ., Th. 2.92, 6.98; so τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν S. Tr. 1102; χορῶν . . νίκης ἔστησε τροπαῖα Ar. Eq. 521 (anap.); so στῆσαι τροπαῖα κατὰ or ἀπὸ τῶν πολεμίων, Lys. 18.3, Aeschin. 3.156, cf. Isoc. 5.148, D. 20.78.
- a trophy, Lat. tropaeum, Trag., etc.; i. e. a monument of the enemyʼs defeat (τροπή II), consisting of arms taken from the enemy, hung on trees or posts; the common phrase was στῆσαι or στήσασθαι τρ. to set up trophies, Eur., Thuc.; ἱδρῦσαι Eur.; c. gen. pers., τροπαῖα τῶν πολεμίων a trophy won from the enemy, Eur.; so, τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν Soph.; and, στῆσαι τροπαῖα κατὰ or ἀπὸ τῶν πολεμίων, Lat. triumphare de aliquo, Oratt.
-
…οὐ φιλοψυχήσαντες, καὶ μᾶλλον τοὺς παρʼ αὑτοῖς νόμους αἰσχυνόμενοι ἢ τὸν πρὸς τοὺς πολεμίους κίνδυνον φοβούμενοι, ἔστησαν μὲν τρόπαιον ὑπὲρ τῆς Ἑλλάδος τῶν βαρβάρων ἐν τῇ αὑτῶν, ὑπὲρ χρημάτων εἰς τὴν ἀλλοτρίαν ἐμβαλόντων, παρὰ τοὺς ὅρους τῆς…
Lysias, Speeches
-
…τοὺς ἑαυτῶν. ἀλλʼ ὅμως οὐ τὸ πλῆθος τῶν ἐναντίων φοβηθέντες, ἀλλʼ ἐν τοῖς σώμασι τοῖς ἑαυτῶν κινδυνεύσαντες, τρόπαιον μὲν τῶν πολεμίων ἔστησαν, μάρτυρας δὲ τῆς αὑτῶν ἀρετῆς ἐγγὺς ὄντας τοῦδε τοῦ μνήματος τοὺς Λακεδαιμονίων τάφους παρέχονται .…
Lysias, Speeches
-
…καλὰ καὶ θαυμαστὰ οἱ πρόγονοι τῶν ἐνθάδε κειμένων εἰργάσαντο, ἀείμνηστα δὲ καὶ μεγάλα καὶ πανταχοῦ οἱ ἐξ ἐκείνων γεγονότες τρόπαια διὰ τὴν αὑτῶν ἀρετὴν κατέλιπον. μόνοι γὰρ ὑπὲρ ἁπάσης τῆς Ἑλλάδος πρὸς πολλὰς μυριάδας τῶν βαρβάρων διεκινδύνευσαν. ὁ…
Lysias, Speeches
-
…τοῖς ἤδη ἀπειρηκόσι καὶ τοῖς οὔπω δυναμένοις, τοὺς εἰς τὴν σφετέραν ἐμβαλεῖν ἀξιώσαντας, εἰς τὴν ἀλλοτρίαν ἀπαντήσαντες, τρόπαιον δὲ στήσαντες καλλίστου μὲν αὐτοῖς ἔργου, αἰσχίστου δὲ τοῖς πολεμίοις, οἱ μὲν οὐκέτι τοῖς σώμασιν, οἱ δʼ…
Lysias, Speeches
-
…καὶ ναυάγια πλεῖστα καὶ νεκροὺς προσκομίσασθαι, καὶ ἄνδρας ἔχοντες αἰχμαλώτους οὐκ ἐλάσσους χιλίων ναῦς τε καταδύσαντες περὶ ἑβδομήκοντα ἔστησαν τροπαῖον · Κερκυραῖοι δὲ τριάκοντα ναῦς μάλιστα διαφθείραντες, καὶ ἐπειδὴ Ἀθηναῖοι ἦλθον, ἀνελόμενοι τὰ κατὰ σφᾶς αὐτοὺς ναυάγια καὶ…
Thucydides, The Peloponnesian War
-
…ἐν ταῖς Ἁλαῖς πηλόν, οἱ δὲ ἐνέκλιναν · καὶ ἀποθνῄσκουσιν αὐτῶν ὡς πεντήκοντα καὶ ἑκατόν. ὁ δὲ Παυσανίας τροπαῖον στησάμενος ἀνεχώρησε · καὶ οὐδʼ ὣς ὠργίζετο αὐτοῖς, ἀλλὰ λάθρᾳ πέμπων ἐδίδασκε τοὺς ἐν Πειραιεῖ οἷα χρὴ λέγοντας πρέσβεις…
Xenophon, Hellenica
-
…παρὰ τὸ ἕλος ἐτράποντο. ἔφυγον δὲ κἀκεῖ οἱ Ἀθηναῖοι, καὶ ἀπώλοντο αὐτῶν ὡς τριακόσιοι. οἱ δὲ Ἐφέσιοι τροπαῖον ἐνταῦθα ἔστησαν καὶ ἕτερον πρὸς τῷ Κορησσῷ. τοῖς δὲ Συρακοσίοις καὶ Σελινουσίοις κρατίστοις γενομένοις ἀριστεῖα ἔδωκαν καὶ κοινῇ καὶ…
Xenophon, Hellenica
-
…ἐγένετο αὐτῶν καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί · ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν ἀσπόνδους. καὶ οἱ Πελοποννήσιοι τροπαῖον τῇ ὑστεραίᾳ ἔστησαν. ἡ δὲ βοήθεια αὕτη τῶν Θεσσαλῶν κατὰ τὸ παλαιὸν ξυμμαχικὸν ἐγένετο τοῖς Ἀθηναίοις, καὶ ἀφίκοντο…
Thucydides, The Peloponnesian War
-
…δὲ Ἀθηναῖοι καταδιώξαντες καὶ ναῦς δώδεκα λαβόντες τούς τε ἄνδρας ἐξ αὐτῶν τοὺς πλείστους ἀνελόμενοι ἐς Μολύκρειον ἀπέπλεον, καὶ τροπαῖον στήσαντες ἐπὶ τῷ Ῥίῳ καὶ ναῦν ἀναθέντες τῷ Ποσειδῶνι ἀνεχώρησαν ἐς Ναύπακτον. παρέπλευσαν δὲ καὶ οἱ Πελοποννήσιοι εὐθὺς ταῖς…
Thucydides, The Peloponnesian War
-
…Νικόστρατόν τε τὸν καλὸν ἐπικαλούμενον, καὶ ἄλλους δὲ δύο, ἔτι καταλαβόντες ἐν ταῖς εὐναῖς. ἐπαναχωρήσαντες δὲ καὶ τροπαῖον στησάμενοι καὶ συσκευασάμενοι ὅπλα τε ὅσα ἔλαβον καὶ σκεύη ἀπῆλθον ἐπὶ Φυλῆς. οἱ δὲ ἐξ ἄστεως ἱππεῖς βοηθήσαντες τῶν…
Xenophon, Hellenica