ἐπιτηρέω
ἐπιτηρέω, to look out for
- look out or watch for, νύκτα h.Cer. 244; σιτία Ar. Ach. 197; Βορέαν ib. 922; καιρόν Plu. Publ. 17; ἐπετήρουν ἀπιόντας αὐτούς Th. 5.37; τὴν θεράπαιναν Lys. 1.8; ἐ. τὸ βλάβος watch to detect it, Ar. Ra. 1151; ἐ. ὅταν.., ὁπόταν.., Id. Ec. 633, Eq. 1031; ὁπότε.. X. HG 2.2.16; τί παρʼ ὑμῖν ἐψήφισται, τοῦτʼ ἐπετήρουν D. 19.288: c. inf., ἰδεῖν τι Gal. 15.661:—Med., Hld. 5.20.
- II keep an eye on, τινά App. BC 4.39:—Pass., to be kept under surveillance, POxy. 1413.10 (iii A.D.).
- 2 supervise, PAmh. 2.77.8 (ii A.D.):—Pass., PFlor. 1.16 (ii A.D.), etc.
- to look out for, Ar., Thuc., etc.
-
…, ἐφύλαττεν ἕως ἐξηῦρεν ὅ τι εἴη τὸ αἴτιον. προσελθοῦσα οὖν μοι ἐγγὺς ἡ ἄνθρωπος τῆς οἰκίας τῆς ἐμῆς ἐπιτηροῦσα, Εὐφίλητε ἔφη μηδεμιᾷ πολυπραγμοσύνῃ προσεληλυθέναι με νόμιζε πρὸς σέ · ὁ γὰρ ἀνὴρ ὁ ὑβρίζων εἰς σὲ καὶ τὴν…
Lysias, Speeches
-
…μοι γεγένηται. ἐπʼ ἐκφορὰν γὰρ αὐτῇ ἀκολουθήσασα ἡ ἐμὴ γυνὴ ὑπὸ τούτου τοῦ ἀνθρώπου ὀφθεῖσα, χρόνῳ διαφθείρεται · ἐπιτηρῶν γὰρ τὴν θεράπαιναν τὴν εἰς τὴν ἀγορὰν βαδίζουσαν καὶ λόγους προσφέρων ἀπώλεσεν αὐτήν. πρῶτον μὲν οὖν, ὦ ἄνδρες…
Lysias, Speeches
-
…πόλιν βουλόμενοι ἀντέχουσι περὶ τῶν τειχῶν ἢ πίστεως ἕνεκα. πεμφθεὶς δὲ διέτριβε παρὰ Λυσάνδρῳ τρεῖς μῆνας καὶ πλείω, ἐπιτηρῶν ὁπότε Ἀθηναῖοι ἔμελλον διὰ τὸ ἐπιλελοιπέναι τὸν σῖτον ἅπαντα ὅ τι τις λέγοι ὁμολογήσειν. ἐπεὶ δὲ ἧκε τετάρτῳ μηνί…
Xenophon, Hellenica
-
…οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος. Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν. λέγʼ ἕτερον αὐτῷ · σὺ δʼ ἐπιτήρει τὸ βλάβος. σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι δὶς ταὐτὸν ἡμῖν…
Aristophanes, Frogs
-
…δὲ ἄντα ἐῴκει. καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο σκέψατο · κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ καί…
NA, Homeric Hymns
-
…οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν. τὸ τρίτον, βουλόμενός με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα · καὶ οὕτως ᾤχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ᾔει ἀποθανούμενος. ὅθεν δὴ τοῦτο εἶπεν…
Plato, Theages
-
…ταχίστην αὐτὸν ἐπιδεῖν ταύτης τυγχάνοντα. οὗτοι μὲν οὖν οὐδενὶ τρόπῳ βουληθέντες πιστεῦσαι τῷ τυράννῳ κατέμειναν ἐν Αἴτνῃ, καιρὸν ἐπιτηροῦντες κατʼ αὐτοῦ · Διονύσιος δὲ τοῖς μὲν κατελθοῦσι φυγάσι φιλανθρώπως ἐχρήσατο, βουλόμενος καὶ τοὺς ἄλλους προτρέψασθαι κατελθεῖν εἰς τὴν…
Diodorus Siculus, Library
-
…ἀνθʼ αὑτοῦ καταστήσας ἄρχοντα. ἦν δὲ ἡ γνώμη τοῦ Ἀριστέως τὸ μὲν μεθʼ ἑαυτοῦ στρατόπεδον ἔχοντι ἐν τῷ ἰσθμῷ ἐπιτηρεῖν τοὺς Ἀθηναίους, ἢν ἐπίωσι, Χαλκιδέας δὲ καὶ τοὺς ἔξω ἰσθμοῦ ξυμμάχους καὶ τὴν παρὰ Περδίκκου διακοσίαν ἵππον ἐν…
Thucydides, The Peloponnesian War
-
…τῶν στρατοπέδων. Οἱ δὲ συστρατευόμενοι Κελτοὶ τοῖς Ῥωμαίοις θεωροῦντες ἐπικυδεστέρας τὰς τῶν Καρχηδονίων ἐλπίδας, συνταξάμενοι πρὸς ἀλλήλους καιρὸν ἐπετήρουν πρὸς ἐπίθεσιν, μένοντες ἐν ταῖς ἑαυτῶν ἕκαστοι σκηναῖς. δειπνοποιησαμένων δὲ καὶ κατακοιμισθέντων τῶν ἐν τῷ χάρακι, παρελθεῖν…
Polybius, Histories
-
…Ἰταλιῶται καταλιπόντες αὐτὸν ἐπʼ οἴκου διὰ τῆς μεσογείου τὴν πορείαν ἐποιήσαντο, οἱ δὲ τῶν Συρακοσίων ἱππεῖς τὸ μὲν πρῶτον ἐπετήρουν, εἰ δύναιντο κατὰ τὴν ὁδὸν ἀνελεῖν τὸν τύραννον · ὡς δὲ ἑώρων οὐκ ἀπολείποντας αὐτὸν τοὺς μισθοφόρους, ὁμοθυμαδὸν…
Diodorus Siculus, Library