ὕω
ὕω, to send rain, to rain
- rain, ὗε Ζεύς Il. 12.25, Od. 14.457, cf. Hes. Op. 488, Thgn. 26; κἢν ὕῃ [ῠ] Ζεύς Herod. 7.46; ὗσον, ὗσον, ὦ φίλε Ζεῦ, κατὰ τῆς ἀρούρας Votum ap. M.Ant. 5.7; [ὕει] ὁ θεὸς Hdt. 2.13; τίς ὕει; Ar. Nu. 368 (anap.), cf. 370 sq.; ὕσομεν πρώτοισιν ὑμῖν, of the clouds, ib. 1118 (troch.):—but,
- 2 after Hom. ὕει was used impers. (cf. νείφω, etc.), it rains, Hes. Op. 552, Hdt. 2.22, 4.28; ὗσαι ὕδατι λαβροτάτῳ Id. 1.87; εἰ ὗε if it rained, Id. 4.185; ὕοντος when it is raining, Ar. V. 774; ὕοντος πολλῷ as it was raining heavily, X. HG 1.1.16 (where Eust. read πολλοῦ, 1769.39); πολὺ ὕσαντος after it had rained heavily, Thphr. CP 4.14.3; ὕε, κύε, prayer addressed by hierophants to sky and earth, BCH 20.79 (Athens, i A. D.), Procl. in Ti. 3.176 D.
- 3 sts. c. acc. loci, ἑπτὰ ἐτέων οὐκ ὗε τὴν Θήρην it did not rain on Thera, Hdt. 4.151; τὴν χώραν ὗεν ὁ θεός Paus. 2.29.7; ὄμβρος ὗε πόντον καὶ νῆσον A.R. 2.1115 (hence the pass. usage, v. infr. II.1.).
- 4 freq. c. acc. cogn., ὗσε χρυσόν it rained gold, Pi. O. 7.50; καινὸν ἀεὶ τὸν Δία ὕειν ὕδωρ Ar. Nu. 1280; ὗσεν ὁ θεὸς ἰχθύας, βατράχους, Phan.Hist. 1 [17b], Heraclid.Lemb. 3; ὕεις εὐσεβέσιν χύδην χρυσεόρρυτον ὄλβον Supp.Epigr. 7.14.23 (Susa, Hymn to Apollo, i A. D.); νεφέλαι ὕουσι [μύρον] Luc. VH 2.14: also c. dat. modi, ψακαζέτω δʼ ἄρτοισιν, ὑέτω δʼ ἔτνει Nicopho 13; ὕσαντα τὸν θεὸν ἰχθύσι Ath. 8.333a.
- II Pass., with fut. Med., to be drenched with rain, λέων ὑόμενος Od. 6.131; ὕσθησαν αἱ Θῆβαι Thebes was rained upon, i.e. it rained there, Hdt. 3.10; ὕεται ἡ χώρη Id. 2.13, cf. 14, 22, 25; ἡ γῆ ὕεται ὀλίγῳ it rains little or seldom there, Id. 1.193; σῖτος ὑσθείς Thphr. HP 8.11.4; ὑόμενος μύρῳ Alex. 62.8; ὄνος ὕεται he is like an ass in rain, prov. of an obstinate person, Cratin. 52 (troch.); ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι Cephisod. 1.
- 2 sts., fall down in rain, in a shower, ὑσθῆναί φασιν χρυσόν Str. 14.2.10; ὕδωρ ὑόμενον Plu. Aet. phys. 2.912a. (Cf. Skt. sunóti ‘press out juice’.)
To rain : ὗε Ζεύς Il. 12.25 : Od. 14.457.
In pass., to be rained upon : ὑόμενος καὶ ἀήμενος Od. 6.131.
- 1rain κείνοισι μὲν ξανθὰν ἀγαγὼν νεφέλαν πολὺν ὗσε χρυσόν (sc. Ζεύς) O. 7.50
- 1to send rain, to rain, Ζεὺς ὗε Hom., etc.; ὁ θεὸς ὕει Hdt.:—then, the nom. being omitted, ὕει used impers., Lat. pluit, it rains, Hes., Hdt.; ὕοντος when it is raining, Ar.; ὕοντος πολλῷ as it was raining heavily, Xen.
- 2c. acc. loci, ἑπτὰ ἐτέων οὐκ ὗε τὴν Θήρην for seven years it did not rain on Thera, Hdt.:—hence in Pass., with fut. mid. to be rained on, Od.; ὕσθησαν αἱ Θῆβαι Thebes was rained upon, i. e. it rained there, Hdt.; ἡ χώρη ὕεται, i. e. it rains in the country, Hdt.
- 3c. acc. cogn., ὗσε χρυσόν it rained gold, Pind.; καινὸν ἀεὶ Ζεὺς ὕει ὕδωρ Ar.
-
…τοῖσι κυσὶ προσετετάχατο σιτία παρέχειν. τοιαῦτα μὲν τῷ ἄρχοντι τῆς Βαβυλῶνος ὑπῆρχε ἐόντα. ἡ δὲ γῆ τῶν Ἀσσυρίων ὕεται μὲν ὀλίγῳ, καὶ τὸ ἐκτρέφον τὴν ῥίζαν τοῦ σίτου ἐστὶ τοῦτο · ἀρδόμενον μέντοι ἐκ τοῦ ποταμοῦ ἁδρύνεταί τε…
Herodotus, The Histories
-
…τὸ πέραν διαπλέων, θάνατον τὴν ζημίαν. μετὰ δὲ τὴν ἐκκλησίαν παρασκευασάμενος ὡς ἐπὶ ναυμαχίαν ἀνηγάγετο ἐπὶ τὴν Κύζικον ὕοντος πολλῷ. ἐπειδὴ δʼ ἐγγὺς τῆς Κυζίκου ἦν, αἰθρίας γενομένης καὶ τοῦ ἡλίου ἐκλάμψαντος καθορᾷ τὰς τοῦ Μινδάρου ναῦς…
Xenophon, Hellenica
-
…μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ, κατασβεσθῆναί τε τὴν πυρήν. οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ Κροῖσος καὶ θεοφιλὴς καὶ…
Herodotus, The Histories
-
…ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε δαίεται · αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν ἠὲ μετʼ ἀγροτέρας ἐλάφους ·…
Homer, Odyssey
-
…εἴη · ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν, τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι, μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων · οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι. ἐν…
Hesiod, Works and Days
-
…ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων ,…
Homer, Odyssey
-
…καὶ ἡμιθέων γένος ἀνδρῶν · τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον · ὗε δʼ ἄρα Ζεὺς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτʼ ,…
Homer, Iliad
-
…ἐπὶ ἔργοις · ὅς τε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ, ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι, πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος. τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι, μή…
Hesiod, Works and Days
-
…θαλάσσης ἀνακοπείσης διέτρεχε δαιμονίως, καὶ τὸ πέλαγος αὐτῷ τοῦ δαίμονος κατέχοντος, ἔστε παρέλθοι, καὶ καθʼ ὁδὸν ὁδεύοντι ὕοντος. ἀπλώτου τε θαλάσσης ἐν Ἰνδοῖς ἀπεπείρασε, καὶ ἐπὶ κλίμακα πρῶτος ἀνέβη καὶ ἐς πολεμίων τεῖχος ἐσήλατο μόνος καὶ…
Appian, The Civil Wars
-
…θεός ἐστιν ; ποῖος Ζεύς ; οὐ μὴ ληρήσεις · οὐδʼ ἔστι Ζεύς. τί λέγεις σύ ; ἀλλὰ τίς ὕει ; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων. αὗται δήπου · μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω. φέρε…
Aristophanes, Clouds