ὕψος
ὕψος, height
- height, ὕψος κρεῖσσον ἐκπηδήματος A. Ag. 1376; εἰς ὕ. αἴρειν τινά E. Ph. 404; κυπαρίττων ὕψη καὶ κάλλη Pl. Lg. 625c; ὕ. ἔχειν, λαμβάνειν, rise some height, Th. 1.91, 4.13, cf. 2.75; ἀφʼ ὕψους [με] δισκοβόλησε Epigr.Gr. 336 (Alexandria Troas): pl., Pl. Ti. 44d: abs. ὕψος, in height, opp. μῆκος, εὖρος, πλάτος, Hdt. 1.50, 178, IG 1(2).372.24, 2(2).1666A79, PMich.Zen. 38.12, al. (iii B. C.); so ἐς ὕψος Hdt. 2.13, 155.
- II metaph., summit, crown, ὕ. ἀμαθίας Pl. Ep. 351d; σεμνότητος Arist. Mu. 398a12.
- 2 sublimity, grandeur, τῶν λόγων Metrod. Herc. 831.8, cf. Longin. 1.1, al.: pl., Id. 3.4, 7.4.
- Iheight, Hdt., Attic; ὕ. ἔχειν, λαμβάνειν to rise to some height, Thuc.:—absol. ὕψος, in height, opp. to μῆκος or εὖρος, Hdt.
- IImetaph. the top, summit, crown, Plat.
-
…εἴς τε τὸ βασίλειον καὶ τὴν ἀκρώρειαν ἦν τις ἐξοχὴ πέτρας εὐμεγέθης τῷ πλάτει καὶ πολὺ προκύπτουσα, τοῦ δὲ ὕψους τῆς Μασάδας τριακοσίους πήχεις ὑποκάτω · Λευκὴν δʼ αὐτὴν ὠνόμαζον. ἐπὶ ταύτην οὖν ἀναβὰς καὶ κατασχὼν αὐτὴν ὁ Σίλβας…
Flavius Josephus, Jewish War
-
…διφθέρας, ὥστε τοὺς ἐργαζομένους καὶ τὰ ξύλα μήτε πυρφόροις οἰστοῖς βάλλεσθαι ἐν ἀσφαλείᾳ τε εἶναι. ᾔρετο δὲ τὸ ὕψος τοῦ τείχους μέγα, καὶ τὸ χῶμα οὐ σχολαίτερον ἀντανῄει αὐτῷ. καὶ οἱ Πλαταιῆς τοιόνδε τι ἐπινοοῦσιν · διελόντες…
Thucydides, The Peloponnesian War
-
…μέτρον εἶναι τοῖς μηχανήμασιν εἰς ἐπιβάθραν, ἀλλʼ ἐπʼ αὐτοῦ βῆμα λίθων μεγάλων συνηρμοσμένων ἐποιήθη πεντήκοντα πήχεων εὖρός τε καὶ ὕψος. ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων ἡ κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον, μετὰ ταῦτα δʼ ὑπὸ…
Flavius Josephus, Jewish War
-
…βαθέα τε καὶ εὐρέα καὶ πλέη ὕδατος περιθέει, μετὰ δὲ τεῖχος πεντήκοντα μὲν πηχέων βασιληίων ἐὸν τὸ εὖρος, ὕψος δὲ διηκοσίων πηχέων · ὁ δὲ βασιλήιος πῆχυς τοῦ μετρίου ἐστὶ πήχεος μέζων τρισὶ δακτύλοισι. δεῖ δή με πρὸς…
Herodotus, The Histories
-
…χρυσὸν ἄπλετον ἡμιπλίνθια ἐξ αὐτοῦ ἐξήλαυνε, ἐπὶ μὲν τὰ μακρότερα ποιέων ἑξαπάλαιστα, ἐπὶ δὲ τὰ βραχύτερα τριπάλαιστα, ὕψος δὲ παλαιστιαῖα. ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν, καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα, τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα ,…
Herodotus, The Histories
-
…. τοῦτο μὲν δὴ τοιοῦτον ἐποίησε, χῶμα δὲ παρέχωσε παρʼ ἑκάτερον τοῦ ποταμοῦ τὸ χεῖλος ἄξιον θώματος μέγαθος καὶ ὕψος ὅσον τι ἐστί. κατύπερθε δὲ πολλῷ Βαβυλῶνος ὤρυσσε ἔλυτρον λίμνῃ, ὀλίγον τι παρατείνουσα ἀπὸ τοῦ ποταμοῦ, βάθος…
Herodotus, The Histories
-
…Ῥωμαῖοι τοὺς περιλειφθέντας τῶν καρπῶν εὗρον ἀδιαφθόρους. αἴτιον δʼ οὐκ ἂν ἁμάρτοι τις ὑπολαμβάνων εἶναι τὸν ἀέρα τῆς διαμονῆς ὕψει τῷ περὶ τὴν ἄκραν πάσης ὄντα γεώδους καὶ θολερᾶς ἀμιγῆ κράσεως. εὑρέθη δὲ καὶ παντοίων πλῆθος ὅπλων ὑπὸ τοῦ…
Flavius Josephus, Jewish War
-
…κατασκευή. τεῖχός τε γὰρ ἤγειρε περὶ πάντα τὸν κύκλον τῆς κορυφῆς ἑπτὰ σταδίων ὄντα λευκοῦ μὲν λίθου πεποιημένον, ὕψος δὲ δώδεκα καὶ πλάτος ὀκτὼ πήχεις ἔχον, τριάκοντα δὲ αὐτῷ καὶ ἑπτὰ πύργοι πεντηκονταπήχεις ἀνειστήκεσαν, ἐξ ὧν ἦν…
Flavius Josephus, Jewish War
-
…εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι. πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατʼ ἂν φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος ; ἐμοὶ δʼ ἀγὼν ὅδʼ οὐκ ἀφρόντιστος πάλαι νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν · ἕστηκα…
Aeschylus, Agamemnon
-
…, ὑποκάτω μὲν τῶν τῆς ἄκρας τειχῶν, πρὸς δὲ τὴν ἄρκτον ἐκκλίνον. τοῦ δὲ βασιλείου τὸ τεῖχος ἦν ὕψει μέγα καὶ καρτερόν, πύργους ἔχον ἑξηκονταπήχεις ἐγγωνίους τέτταρας. ἥ τε τῶν οἰκημάτων ἔνδον καὶ στοῶν καὶ βαλανείων κατασκευὴ…
Flavius Josephus, Jewish War