εὔκλεια
εὔκλεια, good repute, glory
- good repute, glory, τὸν . . ἐϋκλείης ἐπίβησον Il. l.c., cf. Antipho Soph. 49, Th. 2.44, X. An. 7.6.33, Pl. Mx. 247a, Ep. 354b, A.R. 1.141, etc.; λιπὼν . . εὔκλειαν ἐν δόμοισι A. Ch. 348 (lyr.); στέφανος εὐκλείας S. Aj. 465, E. Supp. 315; ἄγαλμα εὐκλείας S. Ant. 703.
- II Εὔ. personified, B. 12.183, IG 3.277.
- 2 title of Artemis in Boeotia, etc., Plu. Arist. 20, Paus. 9.17.1, 2:—hence Εὔκλεια, τά, festival at Delphi, Schwyzer 323 D 7 (Delph., v/iv B. C.): Εὔκλειος, ὁ, epith. of Zeus, B. 1.6; (sc. μήν) name of month, e.g. at Corcyra, IG 9(1).694.51, al.; at Tauromenium, ib. 14.430ii9.
- good repute, glory, Hom., Trag.
-
…ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ · τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον. σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται · αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη…
Homer, Iliad
-
…βασιλείοις νεοκρᾶτα φίλον κομίσειεν. εἰ γὰρ ὑπʼ Ἰλίῳ πρός τινος Λυκίων, πάτερ, δορίτμητος κατηναρίσθης · λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι τέκνων τʼ ἐν κελεύθοις ἐπιστρεπτὸν αἰῶ κτίσας πολύχωστον ἂν εἶχες τάφον διαποντίου γᾶς δώμασιν εὐφόρητον, φίλος φίλοισι…
Aeschylus, Libation Bearers
-
…δώματα ναίειν καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις εὔτυκος · εἴη δὲ τὰ λῷστα. σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ βάξει λαῶν ἐγχώρων τάσσεσθε, φίλαι δμωίδες, οὕτως ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν Δαναὸς θεραποντίδα φερνήν. ὦ…
Aeschylus, Suppliant Women
-
…φάτις. ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον, τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί ; μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς…
Sophocles, Antigone
-
…ἐλευθέρα καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων τεύξει · φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί ; τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν τοιοῖσδʼ ἐπαίνοις…
Sophocles, Electra
-
…δʼ αὖ παρηβήκατε, τόν τε πλέονα κέρδος ὃν ηὐτυχεῖτε βίον ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι, καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε. τὸ γὰρ φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν, ὥσπερ τινές…
Thucydides, The Peloponnesian War
-
…πατρὶ δηλώσω φανεὶς Τελαμῶνι ; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ, ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν ; οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις καὶ δρῶν τι…
Sophocles, Ajax
-
…ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός · ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα, ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια…
Homer, Odyssey
-
…μὴ βλέπειν ἑτοίμα, διδύμαν ἑλοῦσʼ Ἐρινύν · τίς ἂν εὔπατρις ὧδε βλάστοι ; οὐδεὶς τῶν ἀγαθῶν γὰρ ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει νώνυμος, ὦ παῖ παῖ. ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου, τὸ μὴ καλὸν καθοπλίσασα…
Sophocles, Electra
-
…ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως · ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν…
Aeschylus, Eumenides