κατασκεύασμα
κατασκεύασμα, that which is prepared
- that which is prepared or made, work of art, τὰ Κορίνθια κ. Hippoloch. ap. Ath. 4.128d, cf. Plb. 4.18.8, Aristeas 52, J. BJ 7.5.5, Arr. Epict. 2.19.26; surgical apparatus, Orib. 49.24.2; esp. building, structure, D. 23.207, SIG 330.39 (pl., Ilium, iv B.C.), Plb. 10.27.9, D.H. 3.27, D.S. 1.50; οἰκητήριον κ. Cleanth.Stoic. 1.132; θεωρητὸν κ., of the world, Secund. Sent. 1: in pl., engines of war, Plb. 1.48.5; furniture, ἱεροῦ SIG 330.4 (Ilium, iv B.C.).
- II arrangement, contrivance, D. 23.13; τὸ κ. τῶν συσσιτίων Arist. Pol. 1271a33; τὰ [τυραννικὰ] κ. ib. 1319b27; σοφιστοῦ Phld. Rh. 1.183 S.; ἐκ κατασκευάσματος, Lat. ex composito, D.C. 52.7.
1. bouwsel, constructie:
2. organisatie, inrichting, maatregel:
- Ithat which is prepared or made, a building, structure, edifice, Dem.
- IIan arrangement, contrivance, device, Dem.
-
…ὢν δὲ οὕτως ἐπίσημος καὶ λαμπρὸς ἐπὶ δόξῃ τοῦ θεοφιλὴς εἶναι Δανίηλος ᾠκοδόμησεν ἐν Ἐκβατάνοις τῆς Μηδικῆς βάριν εὐπρεπέστατόν τι κατασκεύασμα καὶ θαυμασίως πεποιημένον, ἣ μέχρι δεῦρο μὲν ἔστι καὶ σώζεται, τοῖς δʼ ὁρῶσι δοκεῖ προσφάτως κατεσκευάσθαι καὶ ἐπʼ…
Flavius Josephus, Antiquities of the Jews
-
…, διὰ τοῦτο ἀμελεῖς οἷόν τινα δείξεις σεαυτόν ; καὶ τί ὁ τεχνίτης τῷ τεχνίτῃ ὅμοιος ἢ τὸ κατασκεύασμα τῷ κατασκευάσματι ; καὶ ποῖον ἔργον τεχνίτου εὐθὺς ἔχει τὰς δυνάμεις ἐν ἑαυτῷ, ἃς ἐμφαίνει διὰ τῆς κατασκευῆς ; οὐχὶ λίθος…
Epictetus, Discourses
-
…ἀλλὰ διὰ τῆς ἐπιπανταχόθεν φλεγομένης · ταῦτα γὰρ Ἰουδαῖοι πεισομένους αὑτοὺς τῷ πολέμῳ παρέδοσαν. ἡ τέχνη δὲ καὶ τῶν κατασκευασμάτων ἡ μεγαλουργία τοῖς οὐκ ἰδοῦσι γινόμενα τότʼ ἐδείκνυεν ὡς παροῦσι. τέτακτο δʼ ἐφʼ ἑκάστῳ τῶν πηγμάτων ὁ τῆς ἁλισκομένης…
Flavius Josephus, Jewish War
-
…μεγάλην ἐχούσης τὴν διαφοράν · ὅσῳ γὰρ ἄν τις καὶ ζηλῶσαι καὶ μιμήσασθαι δυνηθείη μᾶλλον τοὺς ἐμψύχους ἄνδρας τῶν ἀψύχων κατασκευασμάτων, τοσούτῳ καὶ τὸν περὶ αὐτῶν λόγον διαφέρειν εἰκὸς πρὸς ἐπανόρθωσιν τῶν ἀκουόντων. εἰ μὲν οὖν μὴ κατʼ ἰδίαν…
Polybius, Histories
-
…ἐν Σικελίᾳ. ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων. περὶ τῆς ἐν Ἀκράγαντι εὐδαιμονίας καὶ τῶν ἐν αὐτῇ κατασκευασμάτων. ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι στρατεύσαντες εἰς Σικελίαν ἐπολιόρκησαν Ἀκράγαντα. ὡς Συρακόσιοι παραλαβόντες τοὺς συμμάχους μυρίοις στρατιώταις ἐβοήθουν τοῖς…
Diodorus Siculus, Library
-
…ἢ οἶκον μὴ δύνασθαι διαμένειν μηδʼ ὀλιγοστὸν χρόνον δίχα τοῦ διοικοῦντος καὶ ἐπιμελομένου, τὸ δʼ οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως οἰκονομεῖσθαι ; ἔστιν οὖν ὁ διοικῶν. ποῖός τις καὶ πῶς ὁ διοικῶν ;…
Epictetus, Discourses
-
…τὸ ἀνάλωμα οὐ δυναμένων δαπανᾶν, ὥστε συμβαίνει τοὐναντίον τῷ νομοθέτῃ τῆς προαιρέσεως. βούλεται μὲν γὰρ δημοκρατικὸν εἶναι τὸ κατασκεύασμα τῶν συσσιτίων, γίνεται δʼ ἥκιστα δημοκρατικὸν οὕτω νενομοθετημένον. μετέχειν μὲν γὰρ οὐ ῥᾴδιον τοῖς λίαν πένησιν, ὅρος…
Aristotle, Politics
-
…ὑμῖν τὴν ἀσφάλειαν φέρειν. οὔτε γὰρ ἐν τοῖς δυσχερεστάτοις ἀμελήσας τῶν εἰς τὰς ὑμετέρας χρείας διαφερόντων οὔτε ἐν τοῖς κατασκευάσμασιν ἐπιτηδεύσας ἐμαυτῷ μᾶλλον ἢ καὶ πᾶσιν ὑμῖν τὸ ἀνεπηρέαστον, οἶμαι σὺν τῇ τοῦ θεοῦ βουλήσει πρὸς εὐδαιμονίαν ὅσον οὐ…
Flavius Josephus, Antiquities of the Jews
-
…σύνθημα δοὺς πολεμίας νομίζειν τὰς ἀνεπιγράφους, τοὺς δὲ λοιποὺς συνέχων ἐν τάξει τούτοις ἐφέδρους. Πολλῶν δὲ καὶ παντοδαπῶν κατασκευασμάτων ἁθροισθέντων ἐκ τῆς διαρπαγῆς, καὶ γενομένης ὠφελείας τοῖς Καρχηδονίοις ἀξίας τῶν προσδοκωμένων ἐλπίδων, τότε μὲν ἐπὶ τῶν ὅπλων…
Polybius, Histories
-
…Πρῶτον δὲ τὰ περὶ τῆς τραπέζης ἐκθήσομαι. εἶχεν μὲν οὖν διʼ ἐννοίας ὁ βασιλεὺς ὑπερμεγεθέστατον τοῖς μέτροις ἀπεργάσασθαι τὸ κατασκεύασμα, προσέταξε δὲ μαθεῖν τὸ μέγεθος τῆς ἀνακειμένης ἐν τοῖς Ἱεροσολύμοις τραπέζης πόσον τέ ἐστιν καὶ εἰ δύναται τούτου μεῖζον…
Flavius Josephus, Antiquities of the Jews