παντοδαπός
παντοδαπός, of every kind, of all sorts, manifold
- of every kind, of all sorts, manifold, ἄνθεα, χρόϊαι, καρπός, h.Cer. 402, Sapph. 20, A. Th. 357 (lyr.), etc.; παντοδαπᾶς ἐπὶ γᾶς E. Hel. 525 (lyr., s. v.l.); π. ἱστορία miscellaneous, D.L. 5.5; τὸ π. [τῆς λέξεως] Phld. Rh. 1.198 S.; of every country, ποδαπὸς εἶ; Answ. π. Luc. Vit.Auct. 8: in pl., πολλοὶ καὶ π. Hdt. 9.84; παντοδαποὶ τῆς στρατιῆς, = π. στρατιῶται, Id. 7.22: contemptuously, δοῦλοι καὶ ξένοι π. And. 2.23; πολλὴ καὶ π. ἄγνοια Pl. Sph. 228e: Comp. -ώτερος Arist. HA 525b3: Sup. -ώτατος Hp. Aër. 9, Isoc. 15.295. Adv. -πῶς in all kinds of ways, ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, π. δὲ κακοί Poet. ap. Arist. EN 1106b35, cf. Pl. Prm. 130a, etc.; π. ἔχειν Arist. EN 1100a27.
- 2 παντοδαπὸς γίγνεται assumes every shape, Ar. Ra. 289, Pl. R. 398a; ὥσπερ ὁ Πρωτεὺς π. γίγνει Id. Ion 541e.
• Adv. παντοδαπῶς , im Ggstz von ἁπλῶς, poet. b. Arist. eth. 2.6 ; Plat. Parm. 129e u. A.
- 1of all kinds παντοδαποῖσιν ξένοις O. 8.26 Ἀσκλαπιόν, ἥροα παντοδαπᾶν ἀλκτῆρα νούσων P. 3.7 ἀντὶ μόχθων παντοδαπῶν ξυνὸν ὀρθῶσαι καλόν I. 1.46 παντοδαπῶν ἀνέμων ῥιπαῖσιν fr. 33d. 2. ὦ μάκαρ, ὅν τε μεγάλας θεοῦ κύνα παντοδαπὸν καλέοισιν Ὀλύμπιοι (sc. Πάν: v. Πάν: cf. παμφυές, Epid. Hymn., 2. 2, 9 Maas) fr. 96. 2.
- 1of every kind, of all sorts, manifold, Hhymn., Aesch., etc.:—in pl., πολλοὶ καὶ π. Hdt.:—adv. -πῶς, in all kinds of ways, Poeta ap. Arist.
- 2παντοδαπὸς γίγνεται, = παντοῖος γίγνεται, assumes every shape, Ar.
-
…Μηδικὴν ἐσθῆτα νομίσαντες τῆς ἑωυτῶν εἶναι καλλίω φορέουσι, καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας · καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύουσι, καὶ δὴ καὶ ἀπʼ Ἑλλήνων μαθόντες παισὶ μίσγονται. γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας…
Herodotus, The Histories
-
…τυχεῖν βίου τοῦ κατʼ ἀξίαν, τοὺς δʼ ἐξ ἐναντίας · δῆλον δʼ ὅτι καὶ τοῖς ἀποστήμασι πρὸς τοὺς γονεῖς παντοδαπῶς ἔχειν αὐτοὺς ἐνδέχεται. ἄτοπον δὴ γίνοιτʼ ἄν, εἰ συμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ὁτὲ μὲν εὐδαίμων πάλιν…
Aristotle, Nicomachean Ethics
-
…ἵπποις, ἀεὶ φοβούμενοι μὴ ἐπεισπέσοιέν τινες αὐτοῖς τῶν ἐκ τοῦ Πειραιῶς. οἱ δὲ πολλοί τε ἤδη ὄντες καὶ παντοδαποί, ὅπλα ἐποιοῦντο, οἱ μὲν ξύλινα, οἱ δὲ οἰσύινα, καὶ ταῦτα ἐλευκοῦντο. πρὶν δὲ ἡμέρας δέκα…
Xenophon, Hellenica
-
…μέρος εἰς ἐνιαυτόν, τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν. ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδεσιν ἠαρινοῖσι παντοδαποῖς θάλλει, τότʼ ἀπὸ ζόφου ἠερόεντος αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις. εἰπὲ δὲ πῶς σʼ ἥρπαξεν…
NA, Homeric Hymns
-
…πρόσθε. πρόσθε νυν ἴθι. καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. ποῖόν τι ; δεινόν · παντοδαπὸν γοῦν γίγνεται τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ ὡραιοτάτη τις. ποῦ ʼστι…
Aristophanes, Frogs
-
…εἰς τὴν πόλιν, καὶ τοῖς πολεμίοις περὶ τὰς ἁρπαγὰς ἀσχολουμένοις ἐπιθέμενος πάντας τοὺς περιτυγχάνοντας ἔκτεινε κομίζοντας ἐπὶ τῶν ὤμων παντοδαπὰς κατασκευάς · διὰ δὲ τὸ παράδοξον τῆς παρουσίας καὶ τὴν ἀταξίαν καὶ τὴν ταραχὴν τῶν διαφορούντων τὰς κτήσεις εὐχερῶς ἅπαντες…
Diodorus Siculus, Library
-
…τὰς σκηνὰς οὗ οἱ Κίλικες ἐφύλαττον. ἐντεῦθεν δὲ κατέβαινεν εἰς πεδίον μέγα καὶ καλόν, ἐπίρρυτον, καὶ δένδρων παντοδαπῶν σύμπλεων καὶ ἀμπέλων · πολὺ δὲ καὶ σήσαμον καὶ μελίνην καὶ κέγχρον καὶ πυροὺς καὶ κριθὰς φέρει. ὄρος δʼ…
Xenophon, Anabasis
-
…κενὸς κενὸν καλεῖ, ξύννομον θέλων ἔχειν, οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι. τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα. παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει κυρήσας · πικρὸν δʼ ὄμμα θαλαμηπόλων · πολλὰ δʼ ἀκριτόφυρτος γᾶς δόσις οὐτιδανοῖς ἐν ῥοθίοις…
Aeschylus, Seven Against Thebes
-
…ἀνθρώπου, ταῖς δὲ τοῦ ἀνθρώπου ἀρωγὸν καὶ τῷ ἄλλῳ σώματι. οὕτω δὲ ποικίλον τί ἐστιν τὸ ἀγαθὸν καὶ παντοδαπόν, ὥστε καὶ ἐνταῦθα τοῖς μὲν ἔξωθεν τοῦ σώματος ἀγαθόν ἐστιν τῷ ἀνθρώπῳ, τοῖς δʼ ἐντὸς ταὐτὸν τοῦτο κάκιστον…
Plato, Protagoras
-
…σοι δοκεῖ εἶναι παιδευτής ; ἔμοιγʼ, ἔφη. ἦ οὖν τι τούτου δοκεῖ διαφέρειν ὁ τὴν τῶν πολλῶν καὶ παντοδαπῶν συνιόντων ὀργὴν καὶ ἡδονὰς κατανενοηκέναι σοφίαν ἡγούμενος, εἴτʼ ἐν γραφικῇ εἴτʼ ἐν μουσικῇ εἴτε δὴ ἐν πολιτικῇ ; ὅτι…
Plato, Republic