παρακατατίθεμαι
-
…ἴσως γιγνώσκεις, ἐγὼ δὲ ἀγνοῶ · δῆλον γὰρ ὅτι οὐ τοῦτο λέγει, ὅπερ ἄρτι ἐλέγομεν, τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι ἀποδιδόναι. καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο ὃ παρακατέθετο · ἦ γάρ ; ναί…
Plato, Republic
-
…, κακὸν δὲ μηδέν. μανθάνω, ἦν δʼ ἐγώ ὅτι οὐ τὰ ὀφειλόμενα ἀποδίδωσιν ὃς ἄν τῳ χρυσίον ἀποδῷ παρακαταθεμένῳ, ἐάνπερ ἡ ἀπόδοσις καὶ ἡ λῆψις βλαβερὰ γίγνηται, φίλοι δὲ ὦσιν ὅ τε ἀπολαμβάνων καὶ ὁ ἀποδιδούς οὐχ…
Plato, Republic
-
…; ἔοικεν. ὅταν οὖν τί δέῃ ἀργυρίῳ ἢ χρυσίῳ κοινῇ χρῆσθαι, ὁ δίκαιος χρησιμώτερος τῶν ἄλλων ; ὅταν παρακαταθέσθαι καὶ σῶν εἶναι, ὦ Σώκρατες. οὐκοῦν λέγεις ὅταν μηδὲν δέῃ αὐτῷ χρῆσθαι ἀλλὰ κεῖσθαι ; πάνυ γε .…
Plato, Republic
-
…ἄρτι ἐλέγομεν, τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι ἀποδιδόναι. καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο ὃ παρακατέθετο · ἦ γάρ ; ναί. ἀποδοτέον δέ γε οὐδʼ ὁπωστιοῦν τότε ὁπότε τις μὴ σωφρόνως ἀπαιτοῖ ; ἀληθῆ ,…
Plato, Republic
-
…εὑρήσετε γὰρ αὐτὸν ἐναντίως ἅπασι τοῖς νόμοις βεβιωκότα. ὁ γὰρ νομοθέτης πρῶτον μὲν τοῖς διδασκάλοις, οἷς ἐξ ἀνάγκης παρακατατιθέμεθα τοὺς ἡμετέρους αὐτῶν παῖδας, οἷς ἐστιν ὁ μὲν βίος ἀπὸ τοῦ σωφρονεῖν, ἡ δʼ ἀπορία ἐκ τῶν ἐναντίων…
Aeschines, Speeches
-
…ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων. καὶ τούτους τοὺς νόμους ἀναγράψαντες ὑμῖν παρακατέθεντο, καὶ ὑμᾶς αὐτῶν ἐπέστησαν φύλακας. βούλομαι δὴ καὶ ἐγὼ νυνὶ πρὸς ὑμᾶς τὸν αὐτὸν τρόπον χρήσασθαι τῷ λόγῳ…
Aeschines, Speeches
-
…κομισθέντος νομίσματος. γαμοῦντα δὲ καὶ ἐκδιδόντα μήτʼ οὖν διδόναι μήτε δέχεσθαι προῖκα τὸ παράπαν μηδʼ ἡντινοῦν, μηδὲ νόμισμα παρακατατίθεσθαι ὅτῳ μή τις πιστεύει, μηδὲ δανείζειν ἐπὶ τόκῳ, ὡς ἐξὸν μὴ ἀποδιδόναι τὸ παράπαν τῷ δανεισαμένῳ μήτε τόκον…
Plato, Laws
-
…· εὔαδε γάρ οἱ παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων τήνγʼ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις, αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος. ἔνθα δʼ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν Ἀγρέα καὶ Νόμιον…
Apollonius Rhodius, Argonautica
-
…βαστάσας τὸ παιδίον Λάβετε ἔφη τοῦτον, ὃν ὁ πατὴρ ἀποθνήσκων εἰς μὲν τὰς ἀγκάλας ἔδωκε ταύτῃ δείξας τὴν ἀδελφὴν παρακατέθετο δʼ εἰς τὴν ὑμετέραν, ὦ ἄνδρες Μακεδόνες, πίστιν. ἡ μὲν οὖν καὶ ταύτης εὔνοια βραχεῖάν τινα ῥοπὴν…
Polybius, Histories
-
…, ἄμεινον ἔφασκεν ἀποθανεῖν αὐτὸν ὑπʼ ἐκείνου μᾶλλον, ἢ καταφυγόντα πρὸς αὐτὸν ἄνθρωπον καὶ πιστεύσαντα τὴν ἰδίαν σωτηρίαν καὶ παρακαταθέμενον αὐτῷ διαφθεῖραι. Καὶ ὁ μὲν Ἰωάννης καὶ οἱ σὺν αὐτῷ τῶν ἡγεμόνων μὴ δυνηθέντες πεῖσαι τὸν Γαδαλίαν ἀπῆλθον .…
Flavius Josephus, Antiquities of the Jews