προτέρημα
προτέρημα, an advantage, victory
- advantage, superiority, in pl., Plb. 1.51.3, 16.20.6, al.; π. φυσικά Phld. Rh. 2.87 S., D.S. 15.39, cf. Longin. 44.3, M.Ant. 1.16: less freq. in sg., ἐπὶ μηδενὶ ἐπαρθῇς ἀλλοτρίῳ π. Epict. Ench. 6.
- 2 in war, advantage gained, success, Plb. 1.9.7, 2.10.6, D.S. 2.19, al.; ἐπὶ τοῦ π. γίγνεσθαι Id. 3.54; οὐκ ἔσται τὸ π. σου LXX Jd. 4.9, cf. Onos. 13.1.
- II privilege, τὰ τῆς βασιλείας π. D.S. 31.19, cf. Hsch.
- an advantage, victory, Polyb.
-
…διʼ αὑτοῦ πλῆθος ἱκανὸν μισθοφόρων, ἀσφαλῶς ἤδη τὰ κατὰ τὴν ἀρχὴν διεξῆγεν. θεωρῶν δὲ τοὺς βαρβάρους ἐκ τοῦ προτερήματος θρασέως καὶ προπετῶς ἀναστρεφομένους, καθοπλίσας καὶ γυμνάσας ἐνεργῶς τὰς πολιτικὰς δυνάμεις ἐξῆγεν καὶ συμβάλλει τοῖς πολεμίοις ἐν τῷ Μυλαίῳ…
Polybius, Histories
-
…Ὀλυνθίους πόλεμον. οὗτος δὲ παραλαβὼν τὰς δυνάμεις, καὶ τὸν πόλεμον ἐνεργῶς ἅμα καὶ στρατηγικῶς διοικῶν, ἐποίει πολλὰ προτερήματα. αἰεὶ δὲ μᾶλλον εὐημερῶν καὶ πλείοσι μάχαις νικήσας συνέκλεισε τοὺς Ὀλυνθίους εἰς πολιορκίαν · τέλος δὲ καταπληξάμενος τοὺς πολεμίους…
Diodorus Siculus, Library
-
…δʼ Ἀλεξάνδρῳ πολλὰ καὶ μεγάλα δῶρα παραστήσας κύνας ἔδωκεν ἑκατὸν καὶ πεντήκοντα τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς καὶ τοῖς ἄλλοις προτερήμασι θαυμαζομένους, οὓς ἔφασαν ταῖς τίγρεσιν ἐπιμεμῖχθαι. βουλόμενος δὲ τὸν Ἀλέξανδρον διὰ τῶν ἔργων λαβεῖν πεῖραν τῆς τῶν κυνῶν…
Diodorus Siculus, Library
-
…καὶ μνήμης ἱστορικῆς εἶναι. αἱ μὲν γὰρ τῶν πόλεων πολιορκίαι καὶ παρατάξεις καὶ τὰ ἄλλα τὰ κατὰ τὸν πόλεμον προτερήματα τὰ πλείονα διὰ τύχην ἢ διʼ ἀρετὴν ἐπιτυγχάνεται, ὁ δʼ ἐν ταῖς ἐξουσίαις εἰς τοὺς ἐπταικότας ἔλεος μεριζόμενος διὰ…
Diodorus Siculus, Library
-
…τοῦ στόλου καὶ γενναίως ἀγωνισάμενος πολλὰς μὲν τριήρεις διέφθειρεν, οὐκ ὀλίγας δʼ αἰχμαλώτους ἔλαβεν. γενόμενος δʼ ἐπὶ τοῦ προτερήματος, καὶ πάσας τὰς τῶν πολεμίων ναῦς φυγεῖν ἀναγκάσας, ἀπέσχετο παντελῶς τοῦ διωγμοῦ · ἀναμνησθεὶς γὰρ τῆς ἐν Ἀργινούσαις…
Diodorus Siculus, Library
-
…ὀλίγους μὲν αὑτῶν ἀποβαλόντες, πλείους δὲ τῶν Καρχηδονίων διεφθαρκότες. Ὁ δὲ Τεβέριος μετεωρισθεὶς καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ προτερήματι φιλοτίμως εἶχε πρὸς τὸ τὴν ταχίστην κρῖναι τὰ ὅλα. προέκειτο μὲν οὖν αὐτῷ κατὰ τὴν ἰδίαν γνώμην χρῆσθαι τοῖς…
Polybius, Histories
-
…ἐκθύμως ὥρμησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους. ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην. Ὅθεν καὶ τὸν Ἀντίγονόν φασι μετὰ ταῦτα καταπειράζοντα πυνθάνεσθαι τοῦ ταχθέντος ἐπὶ τῶν ἱππέων Ἀλεξάνδρου διὰ…
Polybius, Histories
-
…τόπον ἐπιφαινόμενος πολλοὺς ἀνῄρει τῶν ἀντιτεταγμένων, ὥστε τὴν ἐπιφάνειαν αὐτοῦ πόρρωθεν ὑπάρχειν ἐπίσημον. ὁ δὲ Κῦρος ἐπαρθεὶς τῷ προτερήματι τῶν περὶ αὐτὸν εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους, καὶ τὸ μὲν πρῶτον ἀφειδῶς τῇ τόλμῃ χρώμενος πολλοὺς ἀνῄρει ,…
Diodorus Siculus, Library
-
…, πολὺ ἂν προέχουσαν εὕροι τὴν περὶ τὸν Ἐπαμεινώνδαν ἀρετήν. παρὰ μὲν γὰρ ἑκάστῳ τῶν ἄλλων ἓν ἂν εὕροι προτέρημα τῆς δόξης, παρὰ δὲ τούτῳ πάσας τὰς ἀρετὰς ἠθροισμένας. καὶ γὰρ ῥώμῃ σώματος καὶ λόγου δεινότητι, πρὸς…
Diodorus Siculus, Library
-
…φυλακῆς τὸ καλῶς χρήσασθαι τοῖς κατορθώμασι · διὸ καὶ πολλαπλασίους ἂν εὕροι τις τοὺς ἐπὶ προτερημάτων γεγονότας τῶν καλῶς τοῖς προτερήμασι κεχρημένων. ὃ καὶ τότε περὶ τοὺς Καρχηδονίους συνέβη γενέσθαι. μετὰ γὰρ τὸ νικῆσαι μὲν τὰς Ῥωμαίων δυνάμεις ,…
Polybius, Histories