συγκαλέω
συγκαλέω, to call to council, convoke, convene
- 1 call to council, convoke, convene, Il. 2.55, A. Supp. 517, Hdt. 1.206, Ar. Av. 201, X. l.c., etc.; τὰς γυναῖκας ἐπί τι Ar. Lys. 22; σ. τινὰς παρεῖναι Luc. Vit.Auct. 1:—Med., Hdt. 2.160, Ev.Luc. 9.1, etc.
- 2 invite with others to a feast, σ. αὐτοῖς καὶ Ἀρτάβαζον X. Cyr. 8.4.1.
1. bijeenroepen:
2. samen (met ...) uitnodigen,
Med. zu sich berufen. versammeln.
[συγ-, συν- 3.]
Aor. pple. συγκαλέσας.
To call together, convoke : τοὺς συγκαλέσας Il. 2.55= Il. 10.302.
- 1to call to council, convoke, convene, Il., Hdt., Attic:—so in Mid., Hdt., NTest.
- 2to invite with others to a feast, Xen.
-
…ἐθελησάντων ξυνάρασθαι τὸν κίνδυνον τῆς μάχης ἣ παρʼ ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιῶν ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ ξυγκαλέσας πάντας τοὺς ξυμμάχους ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπʼ…
Thucydides, The Peloponnesian War
-
…καὶ αὐτὸς τὴν τῶν στρατιωτῶν ὀρρωδίαν καὶ αἰσθόμενος ὅτι τὸ πλῆθος τῶν νεῶν κατὰ σφᾶς αὐτοὺς ξυνιστάμενοι ἐφοβοῦντο, ἐβούλετο ξυγκαλέσας θαρσῦναί τε καὶ παραίνεσιν ἐν τῷ παρόντι ποιήσασθαι. πρότερον μὲν γὰρ αἰεὶ αὐτοῖς ἔλεγε καὶ προπαρεσκεύαζε τὰς γνώμας ὡς…
Thucydides, The Peloponnesian War
-
…ἐξαίσιον. σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ · καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. πρὸς ταῦτα…
Aeschylus, Suppliant Women
-
…Γράκχῳ πολεμίοις. ὁ δʼ ἐγγὺς τοῦ κακοῦ γιγνομένου δείσας, εἰ μὴ καὶ ἐς τὸ μέλλον ἔσοιτο δήμαρχος, συνεκάλει τοὺς ἐκ τῶν ἀγρῶν ἐπὶ τὴν χειροτονίαν. ἀσχολουμένων δʼ ἐκείνων ὡς ἐν θέρει, συνελαυνόμενος ὑπὸ τῆς προθεσμίας ὀλίγης…
Appian, The Civil Wars
-
…οἱ ἄλλοι τῶν Πελοποννησίων στρατηγοί, βουλόμενοι ἐν τάχει τὴν ναυμαχίαν ποιῆσαι πρίν τι καὶ ἀπὸ τῶν Ἀθηναίων ἐπιβοηθῆσαι, ξυνεκάλεσαν τοὺς στρατιώτας πρῶτον, καὶ ὁρῶντες αὐτῶν τοὺς πολλοὺς διὰ τὴν προτέραν ἧσσαν φοβουμένους καὶ οὐ προθύμους ὄντας παρεκελεύσαντο καὶ…
Thucydides, The Peloponnesian War
-
…Πελοποννησίων νεῶν ὑποχωρεῖν · τότε δὲ πρὸς τὴν παροῦσαν ὄψιν ὁρῶν αὐτοὺς ἀθυμοῦντας ἐβούλετο ὑπόμνησιν ποιήσασθαι τοῦ θαρσεῖν, καὶ ξυγκαλέσας τοὺς Ἀθηναίους ἔλεγε τοιάδε. ὁρῶν ὑμᾶς, ὦ ἄνδρες στρατιῶται, πεφοβημένους τὸ πλῆθος τῶν ἐναντίων ξυνεκάλεσα, οὐκ…
Thucydides, The Peloponnesian War
-
…γιγνωσκόντων ἀπείρους θαλάττης πέμποντες καὶ ἀγνῶτας τοῖς ἐκεῖ, κινδυνεύοιέν τι παθεῖν διὰ τοῦτο, ἐκ τούτου δὲ ὁ Καλλικρατίδας συγκαλέσας τοὺς Λακεδαιμονίων ἐκεῖ παρόντας ἔλεγεν αὐτοῖς τοιάδε. ἐμοὶ μὲν ἀρκεῖ οἴκοι μένειν, καὶ εἴτε Λύσανδρος εἴτε ἄλλος τις…
Xenophon, Hellenica
-
…δʼ ἠγείροντο μάλʼ ὦκα · βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος · τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν · κλῦτε φίλοι · θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰ νύκτα · μάλιστα δὲ Νέστορι δίῳ…
Homer, Iliad
-
…καὶ ἐπειδὴ πᾶν τὸ στράτευμα ξυνειλεγμένον ἦν, Ἀρχίδαμος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων, ὅσπερ ἡγεῖτο τῆς ἐξόδου ταύτης, ξυγκαλέσας τοὺς στρατηγοὺς τῶν πόλεων πασῶν καὶ τοὺς μάλιστα ἐν τέλει καὶ ἀξιολογωτάτους παρῄνει τοιάδε. ἄνδρες Πελοποννήσιοι καὶ ξύμμαχοι ,…
Thucydides, The Peloponnesian War
-
…ἐν Χερρονήσῳ χρήματʼ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλʼ ὅσʼ ἀξιοῦσι ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δʼ ἄλλους Ἕλληνας συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν · ταῦτʼ ἐστὶν πόλεως ἀξίωμʼ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει. εἰ δʼ οἴεσθε Χαλκιδέας…
Demosthenes, Speeches