φρούριον
φρούριον, a watch-post, garrisoned fort, citadel
- fort, citadel, A. Eu. 919 (lyr.), IG 1(2).93.17, etc.; ἀντὶ τοῦ πόλις εἶναι φρούριον κατέστη Th. 7.28: esp. hill-fort, as distd. from a fortified town, Id. 2.18, 3.18, 51, Lys. 12.40, X. Cyr. 1.4.16, etc.; βίον ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φ. τηροῦντες Men. 74; τὰ φ. καὶ τὰ ὅρια τῆς Ἀττικῆς IG 2(2).1028.22.
- 2 prison, of the body, Pl. Ax. 366a.
- II garrison, of a place, A. Pr. 801 (where Sch. also expl. by thing to be guarded against); φυλασσόμεσθα φρουρίοισι E. Or. 760 (troch.); πόλεως φ., of the Areopagites, A. Eu. 949 (anap.).
1. fort, citadel;
2. garnizoen, bezetting.
1) Wachposten, fester Platz, Burg od. Schloß mit Besatzung, Festung ; Aesch. Eum. 879 ; Eur. Or. 758 ; Thuc. 2.18, oft ; τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον Lys. 12.40 ; Plat. Rep. VIII.561b ; Xen. Cyr. 1.4.16 u. A., u. Sp., ψυχῆς Polemo 1 (XI.38); Gefängnis, Plat. Ax. 365e.
2) die Besatzung, Aesch. Prom. 803, Eum. 909.
- Ia watch-post, garrisoned fort, citadel, Aesch., Thuc., etc.
- IIthe guard, garrison, of a place, Aesch., Thuc.
-
…περ ὑμῶν ἀφείλοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν πατρίδος κατέσκαψαν ; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι οὐδὲ τὸν Πειραιᾶ Λακεδαιμονίων προσταττόντων περιεῖλον, ἀλλʼ ὅτι ἑαυτοῖς τὴν ἀρχὴν οὕτω βεβαιοτέραν…
Lysias, Speeches
-
…ἀναδιδόντος. ταῦτʼ οὖν προοικονομησάμενος ὁ Σίλβας ἐπὶ τὴν πολιορκίαν ἐτράπετο πολλῆς ἐπιτεχνήσεως καὶ ταλαιπωρίας δεομένην διὰ τὴν ὀχυρότητα τοῦ φρουρίου τοιοῦδε τὴν φύσιν ὑπάρχοντος · Πέτραν οὐκ ὀλίγην τῇ περιόδῳ καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν ἐξ ἀοράτου…
Flavius Josephus, Jewish War
-
…μεγάλη πόλις, ἡ τοῦ παντὸς Ἰουδαίων γένους μητρόπολις, ἡ τοσούτοις μὲν ἐρυμνὴ τειχῶν περιβόλοις, τοσαῦτα δʼ αὑτῆς φρούρια καὶ μεγέθη πύργων προβεβλημένη, μόλις δὲ χωροῦσα τὰς εἰς τὸν πόλεμον παρασκευάς, τοσαύτας δὲ μυριάδας ἀνδρῶν ἔχουσα τῶν…
Flavius Josephus, Jewish War
-
…· καὶ φρούριον ἐπʼ αὐτοῦ ἦν καὶ νεῶν τριῶν φυλακὴ τοῦ μὴ ἐσπλεῖν Μεγαρεῦσι μηδὲ ἐκπλεῖν μηδέν. τῷ τε φρουρίῳ προσέβαλον καὶ τὰς τριήρεις ἀφείλκυσαν κενάς, τήν τε ἄλλην Σαλαμῖνα ἀπροσδοκήτοις ἐπιπεσόντες ἐπόρθουν. ἐς δὲ τὰς Ἀθήνας φρυκτοί…
Thucydides, The Peloponnesian War
-
…διανέμει τοὺς φυλάξοντας. αὐτὸς δὲ καταστρατοπεδεύει τόπον ὡς μὲν πρὸς τὴν πολιορκίαν ἐπιτηδειότατον ἐκλαβών, καθʼ ὃν αἱ τοῦ φρουρίου πέτραι τῷ πλησίον ὄρει συνήγγιζον, ἄλλως δὲ πρὸς ἀφθονίαν τῶν ἐπιτηδείων δύσκολον · οὐ γὰρ ἡ τροφὴ μόνον πόρρωθεν…
Flavius Josephus, Jewish War
-
…ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω · ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν · ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν…
Aeschylus, Prometheus Bound
-
…ὄντες τοὺς ξυμφύλακας, ἔπεμψαν Δημοσθένη τοὺς σφετέρους ἐξάξοντα. ὁ δὲ ἀφικόμενος καὶ ἀγῶνά τινα πρόφασιν γυμνικὸν ἔξω τοῦ φρουρίου ποιήσας, ὡς ἐξῆλθε τὸ ἄλλο φρούριον, ἀπέκλῃσε τὰς πύλας · καὶ ὕστερον Ἐπιδαυρίοις ἀνανεωσάμενοι τὰς σπονδὰς αὐτοὶ οἱ…
Thucydides, The Peloponnesian War
-
…σφετέρους ἐξάξοντα. ὁ δὲ ἀφικόμενος καὶ ἀγῶνά τινα πρόφασιν γυμνικὸν ἔξω τοῦ φρουρίου ποιήσας, ὡς ἐξῆλθε τὸ ἄλλο φρούριον, ἀπέκλῃσε τὰς πύλας · καὶ ὕστερον Ἐπιδαυρίοις ἀνανεωσάμενοι τὰς σπονδὰς αὐτοὶ οἱ Ἀθηναῖοι ἀπέδοσαν τὸ τείχισμα. μετὰ δὲ…
Thucydides, The Peloponnesian War
-
…καὶ τοῖς μετὰ ἀδείας βαδίζουσιν ἐπεποίητο. οὕτως μὲν οὖν πρὸς τὰς τῶν πολεμίων ἐφόδους φύσει τε καὶ χειροποιήτως τὸ φρούριον ὠχύρωτο. Τῶν δʼ ἔνδον ἀποκειμένων παρασκευῶν ἔτι μᾶλλον ἄν τις ἐθαύμασε τὴν λαμπρότητα καὶ τὴν διαμονήν · σῖτός τε…
Flavius Josephus, Jewish War
-
…Ῥωμαίους πόλεμον ἀραμένοις ἅπασι τε τῶν ἐλπίδα νίκης ἐχυρᾶς παρασχεῖν δυναμένων οὐχ ὑπῆρξε ; καὶ γὰρ ὅπλα καὶ τείχη καὶ φρουρίων δυσάλωτοι κατασκευαὶ καὶ φρόνημα πρὸς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους ἄτρεπτον πάντας πρὸς τὴν ἀπόστασιν ἐπέρρωσεν. ἀλλὰ ταῦτα πρὸς…
Flavius Josephus, Jewish War