πενθέω
πενθέω, to bewail, lament, mourn for
- bewail, lament, esp. for persons, νέκυν πενθῆσαι Il. 19.225, cf. Trag.Adesp. 331; πενθέειν τινα ὡς τεθνεῶτα Hdt. 4.95; π. γόοις A. Pers. 545 (anap.); π. τινὰς δημοσίᾳ Lys. 2.66; π. τινὰ τριχί A. Ch. 173; ἐπί τινι π. καὶ κείρασθαι Aeschin. 3.211: abs., mourn, go into mourning, Pl. Phdr. 258b, etc.: c. acc. cogn., πενθεῖ νέον οἶκτον A. Supp. 64:—Pass., to be mourned for, Isoc. 10.27; πένθος ἀμφί τινι πενθεῖται Arr. Tact. 33.4.
- 2 of things, π. κακά S. OT 1320, Lys. 2.2; πήματα S. OC 739; τύχας E. Med. 268.
1. met acc. betreuren, rouwen om:
2. abs., intrans. klagen, rouwen:
[πένθος.]
Also πενθείω (πενθεσίω, fr. πενθεσ-, πένθος).
Non-thematic pres. infin. πενθήμεναι Od. 18.174, Od. 19.120.
3 dual impf. πενθείετον Il. 23.283.
To mourn, sorrow, grieve Od. 18.174, Od. 19.120.
To mourn for Il. 23.283.
To pay mourning rites to : νέκυν Il. 19.225.
- to bewail, lament, mourn for, Il.; πενθεῖν τινὰ ὡς τεθνεῶτα Hdt., etc.:—Pass. to be mourned for, Isocr.
-
…οἱ δὲ μετὰ τὴν νίκην τῶν βαρβάρων. ὥστʼ ἄξιον ἦν ἐπὶ τῷδε τῷ τάφῳ τότε κείρασθαι τῇ Ἑλλάδι καὶ πενθῆσαι τοὺς ἐνθάδε κειμένους, ὡς συγκαταθαπτομένης τῆς αὑτῶν ἐλευθερίας τῇ τούτων ἀρετῇ · ὡς δυστυχὴς μὲν ἡ Ἑλλὰς τοιούτων ἀνδρῶν…
Lysias, Speeches
-
…κάλλιστον. καὶ γάρ τοι ἀγήρατοι μὲν αὐτῶν αἱ μνῆμαι, ζηλωταὶ δὲ ὑπὸ πάντων ἀνθρώπων αἱ τιμαί · οἳ πενθοῦνται μὲν διὰ τὴν φύσιν ὡς θνητοί, ὑμνοῦνται δὲ ὡς ἀθάνατοι διὰ τὴν ἀρετήν. καὶ γάρ τοι θάπτονται δημοσίᾳ…
Lysias, Speeches
-
…ἐξεῖναι εἰπεῖν · οὔτε γὰρ γῆς ἄπειροι οὔτε θαλάττης οὐδεμιᾶς, πανταχῇ δὲ καὶ παρὰ πᾶσιν ἀνθρώποις οἱ τὰ αὑτῶν πενθοῦντες κακὰ τὰς τούτων ἀρετὰς ὑμνοῦσι. πρῶτον μὲν οὖν τοὺς παλαιοὺς κινδύνους τῶν προγόνων δίειμι, μνήμην παρὰ τῆς φήμης…
Lysias, Speeches
-
…ἦν τοῖς τοὺς ἐν τῷ πολέμῳ κινδύνους διαφυγοῦσιν ἀθανάτους εἶναι τὸν λοιπὸν χρόνον, ἄξιον τοῖς ζῶσι τὸν ἅπαντα χρόνον πενθεῖν τοὺς τεθνεῶτας · νῦν δὲ ἥ τε φύσις καὶ νόσων ἥττων καὶ γήρως, ὅ τε δαίμων ὁ τὴν ἡμετέραν…
Lysias, Speeches
-
…σωτηρίας μαχόμενοι, πατρίδα τὴν ἀρετὴν ἡγησάμενοι, τοιαύτην τοῦ βίου τελευτὴν ἐποιήσαντο · ἀνθʼ ὧν ἡ πόλις αὐτοὺς καὶ ἐπένθησε καὶ ἔθαψε δημοσίᾳ, καὶ ἔδωκεν ἔχειν αὐτοῖς τὸν ἅπαντα χρόνον τὰς αὐτὰς τιμὰς τοῖς ἀστοῖς. οἱ δὲ νῦν…
Lysias, Speeches
-
…, δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας Μήτιδος οἰκτρᾶς ἀλόχου, κιρκηλάτου τʼ ἀηδόνος, ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομένα πενθεῖ μὲν οἶκτον ἠθέων · ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ὤλετο πρὸς χειρὸς ἕθεν δυσμάτορος κότου τυχών · τὼς…
Aeschylus, Suppliant Women
-
…πῶς οὖν ; παλαιὰ παρὰ νεωτέρας μάθω. οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος ποίαις ἐθείραις ; τοῦτο γὰρ θέλω μαθεῖν. αὐτοῖσιν ἡμῖν κάρτα…
Aeschylus, Libation Bearers
-
…ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς · λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσιν · πότε κέν τις ἀναπνεύσειε πόνοιο ; ἀλλὰ χρὴ τὸν…
Homer, Iliad
-
…ἐπιστάμεσθα ταῦτα · νῦν δὲ πράσσομεν οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια. γυνὴ θυραῖος ἡ θανοῦσα · μὴ λίαν πένθει · δόμων γὰρ ζῶσι τῶνδε δεσπόται. τί ζῶσιν ; οὐ κάτοισθα τἀν δόμοις κακά ; εἰ μή τι σός…
Euripides, Alcestis
-
…. αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, λέκτρων εὐνὰς ἁβροχίτωνας, χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, πενθοῦσι γόοις ἀκορεστοτάτοις. κἀγὼ δὲ μόρον τῶν οἰχομένων αἴρω δοκίμως πολυπενθῆ. νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼ Ἀσιὰς…
Aeschylus, Persians