πορθέω
πορθέω, to destroy, ravage, waste, plunder
- destroy, ravage, plunder, πόλεας καὶ τείχεα Il. 4.308; ἀνδρῶν ἀγρούς Od. 14.264; τοὺς χώρους Hdt. 3.58; πόλιν A. Th. 583, etc.; Φοινίκην Isoc. 9.62; τὴν Σελλασίαν ἔκαον καὶ ἐπόρθουν X. HG 6.5.27; τὴν ἤπειρον Th. 8.57; τὴν χώραν λεηλατῆσαι καὶ τὴν πόλιν πορθῆσαι D.S. 12.34; π. ἐκ τῶν ἱερῶν τὰ ἀγάλματα Ath. 12.523b:—Pass., πᾶν τὸ ἄστυ ἐπορθέετο Hdt. 1.84; ὅλης τῆς Ἑλλάδος πεπορθημένης Isoc. 10.49; τἀργύρια πορθεῖται is carried off, Eup. 155.
- 2 in pres. and impf., sts. endeavour to destroy, besiege a town, Hdt. 1.162, Decr. ap. D. 18.164, D.S. 12.34, 15.4.
- 3 of persons, destroy, ruin, θεοὺς τοὺς ἐγγενεῖς A. Th. 583; φίλους E. Fr. 605: abs., do havoc, Id. Andr. 633: esp. in Pass., αὐτοὶ ὑφʼ αὑτῶν . . πορθούμεθα. A. Th. 194; κατʼ ἄκρας . . ὡς πορθούμεθα Id. Ch. 691; of women, κόραι βία πρὸς ἀνδρῶν πορθούμεναι E. Ph. 565; σκόροδα πορθούμενος robbed of them, Com. phrase in Ar. Ach. 164.
1. met acc. v. zaak verwoesten, plunderen:
2. met acc. v. pers. vernietigen:
[cf. πέρθω.]
(δια-)
To sack or ravage (a town or land) Il. 4.308 : Od. 14.264= Od. 17.433.
- 1destroy Τροίαν κραταιὸς Τελαμὼν πόρθησε καὶ Μέροπας N. 4.26
Strong 4199
**
to destroy, ravage: Ac 9:21, Ga 1:13, 23.†
- 1collat. form of πέρθω, to destroy, ravage, waste, plunder, Hom., Hdt., Trag.
- 2in pres. and imperf. to endeavour to destroy, to besiege a town, Hdt.:—to destroy, despoil, ruin, Aesch.:—in Pass. to be ruined, undone, Eur.
-
…ὀλίγας οὔσας, ὁρῶντες δὲ πολλὰς τὰς τῶν πολεμίων, ἐπιστάμενοι δὲ τὴν μὲν πόλιν ἠρημωμένην, τὴν δὲ χώραν πορθουμένην καὶ μεστὴν τῶν βαρβάρων, ἱερῶν δὲ καιομένων, ἁπάντων δʼ ἐγγὺς ὄντων τῶν δεινῶν, ἀκούοντες δʼ ἐν ταὐτῷ…
Lysias, Speeches
-
…κυρίοισι καὶ προσήκουσιν λέγων οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι. οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά, ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη, φίλων…
Aeschylus, Libation Bearers
-
…τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων · τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγματʼ ἵστασθαι βροτῶν · πανουργίας δʼ…
Sophocles, Antigone
-
…ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς · καὶ τὸν μὲν…
Homer, Iliad
-
…μηδὲ ἐκπλεῖν μηδέν. τῷ τε φρουρίῳ προσέβαλον καὶ τὰς τριήρεις ἀφείλκυσαν κενάς, τήν τε ἄλλην Σαλαμῖνα ἀπροσδοκήτοις ἐπιπεσόντες ἐπόρθουν. ἐς δὲ τὰς Ἀθήνας φρυκτοί τε ᾔροντο πολέμιοι καὶ ἔκπληξις ἐγένετο οὐδεμιᾶς τῶν κατὰ τὸν πόλεμον ἐλάσσων. οἱ…
Thucydides, The Peloponnesian War
-
…, καὶ γεγόμφωται σκάφος στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν · καὶ γλῶσσα τοξεύσασα μὴ τὰ…
Aeschylus, Suppliant Women
-
…αὐτῶν ἀφίκοντο ἐς Πρασιὰς τῆς Λακωνικῆς πόλισμα ἐπιθαλάσσιον, καὶ τῆς τε γῆς ἔτεμον καὶ αὐτὸ τὸ πόλισμα εἷλον καὶ ἐπόρθησαν. ταῦτα δὲ ποιήσαντες ἐπʼ οἴκου ἀνεχώρησαν. τοὺς δὲ Πελοποννησίους οὐκέτι κατέλαβον ἐν τῇ Ἀττικῇ ὄντας, ἀλλʼ ἀνακεχωρηκότας…
Thucydides, The Peloponnesian War
-
…ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν. καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δία πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς ; ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ. λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην. ὅμως δʼ ἔθυον, καὶ…
Aeschylus, Agamemnon
-
…ἀναβεβήκεε καὶ κατʼ αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον · προσβάντων δὲ συχνῶν οὕτω δὴ Σάρδιές τε ἡλώκεσαν καὶ πᾶν τὸ ἄστυ ἐπορθέετο. κατʼ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο. ἦν οἱ παῖς, τοῦ καὶ πρότερον ἐπεμνήσθην, τὰ μὲν ἄλλα…
Herodotus, The Histories
-
…. ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις ; παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας. ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις ; τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω. καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος ; Ἥφαιστος Ἴδης…
Aeschylus, Agamemnon